JAS JASGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΙΑΚΩΒΟΥ
ΙΑΚΩΒΟΥ
1
Salutation
1 * Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.a
Faith and Wisdom
2 * Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, 3 * γινώσκοντες ὅτι τὸ δοκίμιον1 ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν. 4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.b 5 * Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος καὶ δοθήσεται αὐτῷ. 6 * αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ. 7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου, 8 ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.c
Poverty and Riches
9 Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, 10 * ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. 11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.d
Trial and Temptation
12 * Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο2 τοῖς ἀγαπῶσιν αὐτόν.e 13 * μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα. 14 ἕκαστος δὲ πειράζεταιf ὑπὸ τῆς ἰδίας ἐπιθυμίαςg ἐξελκόμενος καὶ δελεαζόμενος· 15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.h
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.i 17 * πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστινk καταβαῖνονl ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα3.m 18 * βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.n
Hearing and Doing The Word
19 * Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ4 πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν· 20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. 21 * διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίαςo ἐν πραΰτητι,p δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.q
22 * Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς. 23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· 24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. 25 * ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.r
26 * Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία. 27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.s
2
Warning against Partiality
1 * Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦa τῆς δόξης.b 2 ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3 ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε, Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, Σὺ στῆθι ἐκεῖ ἢ κάθου1 ὑπὸ τὸ ὑποπόδιόν μου, 4 οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;c
5 * Ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί· οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6 ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7 οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;d 8 * εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9 * εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.e 10 * ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 * ὁ γὰρ εἰπών, Μὴ μοιχεύσῃς, εἶπεν καί, Μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου.f 12 * οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 * ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται ἔλεος κρίσεως.g
Faith and Works
14 * Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15 ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς 16 εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος; 17 * οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθ᾽ ἑαυτήν.h
18 Ἀλλ᾽ ἐρεῖ τις, Σὺ πίστιν ἔχεις,i κἀγὼ ἔργα ἔχω·k δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων, κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν. 19 * σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός2,l καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.m 20 θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή3 ἐστιν; 21 * Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22 * βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη,n 23 * καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη.o 24 ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.p 25 * ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους4 καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;q 26 * ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.r
3
The Tongue
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα. 2 πολλὰ γὰρ πταίομεν ἅπαντες.a εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.b 3 εἰ δὲ1 τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν. 4 ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούλεται, 5 οὕτως καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ.c
Ἰδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·d 6 * καὶ ἡ γλῶσσα πῦρ· ὁ κόσμος τῆς ἀδικίας ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.e 7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ, 8 * τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων, ἀκατάστατον2 κακόν, μεστὴ ἰοῦ θανατηφόρου.f 9 * ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον3 καὶ πατέρα καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότας, 10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι. 11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; 12 μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὔτε ἁλυκὸν4 γλυκὺ ποιῆσαι ὕδωρ.g
The Wisdom from Above
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.h 14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. 15 * οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης. 16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.i 17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος. 18 * καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.k
4
Friendship with the World
1 * Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε, φονεύετεa καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς, 3 αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.b 4 * μοιχαλίδες1,οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5 * ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν2 ἐν ἡμῖν, 6 * μείζονα δὲ δίδωσιν χάριν; διὸ λέγει,
Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσιν χάριν.c
7 * ὑποτάγητε οὖν τῷ θεῷ, ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν, 8 * ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε. ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν. 10 * ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς.d
Judging a Brother
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.e 12 * εἷς ἐστιν [ὁ]3 νομοθέτης καὶ κριτὴς ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον;f
Warning against Boasting
13 * Ἄγε νῦν οἱ λέγοντες, Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον4 ποία5 ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε ἡ6 πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη. 15 * ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ κύριος θελήσῃg καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.h 17 * εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.i
5
Warning to the Rich
1 * Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. 2 * ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, 3 * ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶνa ὡς πῦρ.b ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. 4 * ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος1 ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσεληλύθασιν. 5 * ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς, 6 κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον, οὐκ ἀντιτάσσεται ὑμῖν.c
Patience and Prayer
7 * Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως λάβῃ2 πρόϊμον καὶ ὄψιμον. 8 * μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν.d 9 * μὴ στενάζετε, ἀδελφοί, κατ᾽ ἀλλήλων ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.e 10 ὑπόδειγμα λάβετε, ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου. 11 * ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ κύριος καὶ οἰκτίρμων.f
12 * Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.g
13 Κακοπαθεῖ τις ἐν ὑμῖν, προσευχέσθω· εὐθυμεῖ τις, ψαλλέτω· 14 * ἀσθενεῖ τις ἐν ὑμῖν, προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες [αὐτὸν] ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου3. 15 * καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.h 16 ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε.i πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.k 17 * Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 * καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.l
19 Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν, 20 * γινωσκέτω ὅτι4 ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου5 καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

*1 ταῖς … διασπορᾷ Ac 15.23; 1 Pe 1.1
a1 NO P: AD // P: TR WH M
*2 Ro 5.3-5; 1 Pe 1.6
*3 τὸ … πίστεως 1 Pe 1.7
13 {A} δοκίμιον P74 vid א A B C Ψ 33 81 322 323 436 945 1067 1175 1243 1292 1409 1505 1611 1735 1739 1852 2138 2298 2344 2464 Byz [K L P] Lect itar, ff, s vg syrp, h, pal arm eth geo slav Didymus3/4 Cyril // δόκιμον 1241 Didymus1/4
b4 SP: WH // P: NA M RSV Seg VP Lu NRSV // S: NJB TOB
*5 Pr 2.3-6
*6 αἰτείτω … διακρινόμενος Mt 7.7; Mk 11.24
c8 NO P: TR WH AD M // P: RSV Seg NIV VP Lu REB NRSV
*10-11 ὡς … ἀπώλετο Ps 102.4, 11; Is 40.6-7; 1 Pe 1.24
d11 NO P: TR AD // SP: WH // P: NA M RSV Seg NIV Lu REB NRSV
*12 λήμψεται … ζωῆς 1 Cor 9.25; 2 Tm 4.8; 1 Pe 5.4; Re 2.10
212 {A} ἐπηγγείλατο P23 א A B Ψ 81 2344 itff copsa, bo arm geo Didymus2/4 // ἐπηγγείλατο ὁ θεός 33vid 322 323 945 1175 1241 1243 1735 1739 1852 2298 2464 l 596 itar, s, t vg syrp, pal Athanasius Didymus2/4 Cyril John-Damascus; Chromatius // ἐπηγγείλατο ὁ κύριος (C omit ) 0246 436 1067 1292 1409 1505 1611 2138 Byz [K L P] Lect (l 593 l 680 omit ) syrh (slav)
e12 SP: NA // P: TR Seg NIV NJB TOB // S: Lu
*13 μηδεὶς … πειράζομαι Sir 15.11-13
f14 C: TR RSV TEV Seg FC NIV Lu NJB REB ‖
gC: VP TOB NRSV
h15 NO P: WH AD Lu TOB NRSV // S: Seg NJB
i16 P: NRSV
*17 πᾶσα … πατρός Mt 7.11
k17 C: TR WH M RSV TEV FC NIV NJB NRSV ‖
lC: Seg VP? Lu TOB REB ‖
317 {B} παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα א2 A C (Ψ οὐδέ for ) 81 322 323 436 945 1067 1175 (1241 τρόπος [sic]) 1243 1292 1409 1611 1735 1739 1852 2298 2344 2464 Byz [K L P] Lect (l 422 καταλλαγή [sic]) itar, t vg syrp, h arm Athanasius Cyril-Jerusalem Didymus Didymusdub John-Damascus; Jerome // παραλλαγὴ ἢ (or ἡ) τροπῆς ἀποσκιάσματος א* B // παραλλαγὴ ἢ τροπὴ ἀποσκιάσματος 1505 (slav) // παραλλαγῆς ἢ τροπῆς ἀποσκιάσματος P23 // παραλλαγὴ ἢ τροπὴ ἢ τροπῆς ἀποσκίασμα οὐδὲ μέχρι ὑπονοίας τινὸς ὑποβολὴ ἀποσκιάσματος 2138 // παραλλαγὴ ἢ ῥοπῆς ἀποσκίασμα (itff ῥοπὴ ἀποσκιάσματος) Augustine Ferrandus Primasius
mP: NJB
*18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς Jn 1.13 ἀπεκύησεν … ἀληθείας 1 Pe 1.23
n18 NO P: Seg // P: TR WH AD NA M RSV REB NRSV
*19 ἔστω … λαλῆσαι Sir 5.11 βραδὺς εἰς ὀργήν Ec 7.9
419 {B} ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ א2* ἴστω) B C (81 καὶ ἔστω) (436 1067 1175 1243 omit δέ) 945 1739 2344 itar, ff, s, t vg (syrhmg) copbo (ac) (arm) geo // ἴστε δὲ ἀδελφοί μου ἀγαπητοί. ἔστω δέ P74 vid (Ac καὶ ἔστω, A* καὶ ἐστώς) 2464 vgmss copsa, bomss // ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἔστω Ψ 0246vid 322 323 1241 1292 1409 1505 1611 1735 (1852 ἔστω δέ) 2138 2298 Byz [K L Pc (P* ἔστω δέ)] syr(p), h slav // ἀδελφοί μου ἀγαπητοί, ἔστω Lect at beginning of lesson (l 422 omit μου ἀγαπητοί; l 596 omit μου; l 1365 ἀγαπητοί μου ἀδελφοί)
*21 ἀποθέμενοι … κακίας Col 3.8; 1 Pe 2.1
o21 C: RSV TEV Seg FC NIV VP Lu NJB TOB REB NRSV // as text: REBmg
pNO C: TR WH AD M RSV TEV Seg FC NIV VP Lu NJB TOB REB NRSV // as text: REBmg
qNO P: TR WH AD M Lu TOB
*22 Γίνεσθε … ἀκροαταί Mt 7.26; Ro 2.13
*25 νόμον … ἐλευθερίας Ro 8.2; Ga 6.2; Jas 2.12; 1 Pe 2.16 οὗτος … ἔσται Jn 13.17
r25 NO P: TR WH AD Lu TOB
*26 μὴ … γλῶσσαν αὐτοῦ Ps 34.13; 39.1; 141.3
s27 P: AD M
*1 μὴ … ἔχετε Job 34.19; Ac 10.34; Jas 2.9
a2.1 C: RSV TEV Seg Lu NJB (REB) ‖
bQuestion: WH NRSV // as text: NRSVmg // P: Seg
13 {B} ἐκεῖ ἢ κάθου A (C* καί for ) Ψ 33 81 1292 1505 1611 2138 l 591 itar, s, t vg syrh (arm) geo Cyril Hesychiuslat; Augustine // ἢ κάθου ἐκεῖ B 945 1175 1241 1243 1739 1852 2298 itff (copsa ὧδε for ἐκεῖ) // ἐκεῖ ἢ κάθου ὧδε P74 vid א (C2 καί for ) 322 323 436 1067 1409 1735 2344 2464 Byz [K L P] Lect syrp copbo eth slav
c4 NO P: TR WH AD RSV TOB REB NRSV // SP: NA
*5 ὁ … κόσμῳ 1 Cor 1.26-28
d7 P: NA RSV TEV Seg FC NIV VP REB NRSV
*8 Ἀγαπήσεις … σεαυτόν Lv 19.18 (Mt 19.19; 22.39; Mk 12.31; Lk 10.27; Ro 13.9; Ga 5.14)
*9 Dt 1.17
e9 P: NJB
*10 πταίσῃ … ἑνί Mt 5.19
*11 Μὴ μοιχεύσῃς Ex 20.14; Dt 5.18 (Mt 5.27; 19.18; Mk 10.19; Lk 18.20; Ro 13.9) Μὴ φονεύσῃς Ex 20.13; Dt 5.17 (Mt 5.21; Mk 10.19; Lk 18.20; Ro 13.9)
f11 P: NA Seg NIV
*12 νόμου ἐλευθερίας Ro 8.2; Ga 6.2; Jas 1.25; 1 Pe 2.16
*13 ἡ … ἔλεος Mt 5.7; 18.32-35
g13 SP: WH // P: TR AD NA M RSV NRSV
*14 Τί … ἔχῃ Mt 7.21
*17 Jas 2.20, 26
h17 NO P: TR WH AD M Seg TOB
i18 Question: WHmg (NJB) ‖
kQuestion: NJB // End quotation: TR? WH? AD? NA? M? RSV TEV Seg? FC NIV VP Lu? NJB? REB NRSV // P: NIV
*19 τὰ δαιμόνια πιστεύουσιν Mt 8.29; Mk 1.24; 5.7; Lk 4.34
219 {B} εἷς ἐστιν ὁ θεός P74 א A 1735 2464 l 596 itar, s vg copsa, bo arm eth geo Cyril2/5; Augustine Faustus Salvian1/2 Caesarius1/4 // εἷς ὁ θεός ἐστιν C 33vid 81 1175 1243 2344 // εἷς ὁ θεός itff vgmss Cyril2/5 // εἷς ἐστιν θεός 945 1241 1739 2298 // εἷς θεός ἐστιν B 1292 1505 1611 1852 2138 // ὁ θεὸς εἷς ἐστιν 322 323 436 1067 1409 Byz [Kc (K* omit εἷς) L] Lect (l 592 omit εἷς) vgms slav Didymusdub Cyril1/5; Salvian1/2 Caesarius3/4 // ἐστιν θεός Ψ Ps-Athanasius
l19 Question: WH M TEV FC Lu TOB ‖
mEnd quotation from v. 18: TOB // P: NA M Seg NIV
320 {B} ἀργή B C* 322 323 945 1175 1243 1739 itar, s vgww, st copsa Augustine // νεκρά (see 2.26) א A C2 Ψ 33 81 436 1067 1241 1292 1409 1505 1611 1735 1852 2138 2298 2344 2464 Byz [K L P] Lect vgcl syrp, h copbo eth slav Ps-Athanasius Didymusdub Cyril; Faustus Salvian Cassiodorus // κενή P74 itff
*21 ἀνενέγκας … θυσιαστήριον Gn 22.9, 12
*22 ἡ πίστις … αὐτοῦ He 11.17
n22 Question: TR
*23 Ἐπίστευσεν … δικαιοσύνην Gn 15.6 (Ro 4.3, 9, 22; Ga 3.6) φίλος θεοῦ ἐκλήθη 2 Chr 20.7; Is 41.8
o23 P: VP NJB
p24 P: TEV FC NIV
*25 Jos 2.4, 15; 6.17; He 11.31
425 {A} ἀγγέλους P54vid, 74 א A B Ψ 33vid 81 322 323 436 1067 1175 1243 1292 1409 1505 1611 1735 1852 2138 2344 Byz [Ktxt P] l 147 l 590 l 591 l 603 l 680 l 883 l 1159 l 1178 itar, s, t vg syrh // ἀγγέλους τοῦ Ἰσραήλ 61 // κατασκόπους C Kv.r. L 945 1241 1739 2298 2464 Lect (l 1154 ἀγγέλους τοὺς κατασκόπους) itff syrp, (hmg) copsa, bo, ac arm eth geo slav
q25 P: TEV
*26 Jas 2.17, 20
r26 P: WH AD M
a3.2 P: NJB ‖
bP: NIV
13 {C} εἰ δέ B2 L Ψ (א2 A B* K without accents, itacism for ἴδε?) 33 436 1067 1243 1409 1505 1611 1735 1852 2344 2464 l 590 l 592 l 680 l 883 l 884 l 1154 itar, ff, s, (t) vg copbo geo John-Damascus // ἴδε (C P without accent, itacism for εἰ δέ?) 81 322 323 945 1175 1241 1292 1739 2138 2298 Byz Lect (l 1441 εἶδε) copsa arm (slavms) Ps-Ambrose // ει δε γαρ (without accents = ἴδε γὰρ) א* syrp // ἰδού 1877
c5 NO P: TR WH AD NA M RSV Seg NIV VP Lu NJB TOB ‖
dP: RSV
*6 ἡ σπιλοῦσα … γενέσεως Mt 12.36-37; 15.11, 18, 19
e6 P: M NIV
*8 μεστὴ ἰοῦ θανατηφόρου Ps 140.3; Ro 3.13
28 {B} ἀκατάστατον א A B K P 1175 1243 1735 1739* 2298 itar, ff, t vg syrp copsa, bo Jerome1/2 // ἀκατάσχετον C Ψ 81 322 323 436 945 (1067) 1241 1292 1409 1505 1611 1739c 1852 2138 2344 2464 Byz [L] Lect syrh eth geo slav Epiphanius Cyril Flavian-Constantinople John-Damascus; Jerome1/2 Speculum Cassiodorus
f8 P: NIV
*9 τοὺς ἀνθρώπους … γεγονότας Gn 1.26, 27; 1 Cor 11.7
39 {A} κύριον P20 א A B C P Ψ 33 81 945 1175 1241 1735 1739 1852 itar, ff, t vgst syrp copbopt arm Cyril // θεόν 322 323 436 1067 1243 1292 1409 1505 1611 2138 2298 2344 2464 Byz [K L] Lect its vgcl, ww syrh copsa, bopt, ac geo slav Epiphanius John-Damascus; Jerome Augustine
412 {B} οὔτε ἁλυκόν A B C* 1175 1243 1852 copsa arm // οὕτως οὐδὲ ἁλυκόν א (C2 Ψ οὔτε) (33) 81 322 323 (1241 καί for ουδέ) (1735 οὔτε ἁλυκὸν καί) 1739 2344 itar, ff, t vg syrp copbo geo Cyril // οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καί 436 945 (1067 πόα for πηγή) 1292 1409 1611 2298 Byz [K L] Lect syrh with * slav // οὕτως οὔτε μία πηγὴ ἁλυκὸν καί P 1505 2138 (2464 omit μία)
g12 NO P: TOB // SP: WH // P: TR AD NA M RSV NRSV
h13 S: TOB
*15 ἡ … κατερχομένη Jas 1.5, 17
i16 P: NIV
*18 καρπὸς … σπείρεται Is 32.17; He 12.11 τοῖς ποιοῦσιν εἰρήνην Mt 5.9
k18 P: WH AD NA M RSV REB NRSV
*4.1 Ro 7.23; 1 Pe 2.11
a4.2 C: RSV TEV FC NJB REB NRSV // as text: RSVmg NRSVmg
b3 P: Seg NIV Lu NJB
*4 ἡ … καθίσταται Ro 8.7; 1 Jn 2.15
14 {A} μοιχαλίδες P100 א* A B 33 81 1175* 1241 1739 1852 itar, ff, s, t vg syrp copsa, bo geo Augustine // μοιχοὶ καὶ μοιχαλίδες א2 Ψ (322) 323 436 945 1067 1175c 1243 1292 1409 1505 1611 1735 2138 2298 2344 2464 Byz [K L P] Lect syrh slav
*5 Πρὸς … ἡμῖν Ex 20.5
25 {B} κατῴκισεν P74 vid א B Ψ 1241 1739 slav // κατῴκησεν 33 322 323 436 945 1067 1243 1292 1409 1505 1611 1735 1852 2138 2298 2344 Byz [K L P] Lect itar, ff, l, s, t vg syr(p), h arm eth geo Nilus // κατῴκεισεν A 81 1175 2464 l 680
*6 Ὁ … χάριν Pr 3.34 lxx (Mt 23.12; 1 Pe 5.5)
c6 P: TEV Seg NIV
*7 ἀντίστητε … διαβόλῳ Eph 6.12; 1 Pe 5.8-9
*8 ἐγγίσατε … ὑμῖν Zch 1.3; Mal 3.7 καθαρίσατε χεῖρας, ἁμαρτωλοί Is 1.16
*10 Job 5.11; 1 Pe 5.6
d10 NO P: AD // SP: WH // P: TR NA M RSV Seg NIV Lu NJB REB NRSV
e11 P: NJB
*12 σὺ … πλησίον Ro 2.1; 14.4
312 {C} א A Ψ 33 81 322 323 436 945 1067 1241cvid 1292 1409 1505 1611 1735 1739 2138 2298 2344 2464 Byz [K L] Lect copsa, bo, ac eth Didymusdub Cyril7/8 John-Damascus // omit P74, 100 vid B P 1175 1241*vid 1243 1852 arm geo Cyril1/8
f12 P: AD M
*13-14 Ἄγε … ὑμῶν Pr 27.1; Lk 12.18-20
414 {B} τὸ τῆς αὔριον א Ψ 322 323 436 1067 1409 1735 2464 Byz [K L] Lect itar, ff vg (eth) Jerome // τὰ τῆς αὔριον A P 33 81 945 1175 1241 1243 1292 1505 1611 1739 1852 2138 2298 2344 syrh // τῆς αὔριον B it
514 {B} ποία א* B 1505 1611 1852 2138 itl syrh copbomss arm // ποία γάρ P74, 100 א2 A Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1735 1739 2298 2344 2464 Byz [K L P] Lect itar, s vg syrp copsa, bo slav Jerome Augustine // ποία δέ itff eth geo
614 {C} ἀτμὶς γάρ ἐστε ἡ 81 1243 1292 1852 syrh // ἀτμὶς γάρ ἐστε B 322 323 945 1175 1739 2298 // ἀτμὶς γὰρ ἔσται ἡ (A omit γάρ) Ψ 436 1067 1505 1611 2138 2464 Byzpt [K (P omit )] Lect (l 680* l 884 omit ) (itl) // ἀτμὶς γάρ ἐστε ἡ (33 1735 2344 omit γάρ) 1409 Byzpt [L] l 592 (l 596 omit ) l 883 l 921 l 1159 l 1441 it(ar), ff, (s) (vg) (copsa, bo) slav John-Damascus; (Augustine) // א
*15 Ἐὰν … ἐκεῖνο Ac 18.21
g15 C: TR WH AD M RSV TEV Seg FC NIV VP Lu NJB TOB REB NRSV
h16 P: TEV
*17 Lk 12.47
i17 SP: WH // P: AD NA M RSV Seg NJB REB NRSV
*5.1 Lk 6.24
*2 Mt 6.19
*3 φάγεται … πῦρ Ps 21.9; Jdth 16.17
a5.3 C: WH AD RSVmg NJB NRSVmg // as text: WHmg
bNO C: WH AD RSVmg NJB NRSVmg // as text: WHmg
*4 ὁ μισθὸς … κράζει Lv 19.13; Dt 24.14-15; Mal 3.5 αἱ βοαὶ … εἰσεληλύθασιν Gn 4.10; Ps 18.6; Is 5.9
14 {A} ἀπεστερημένος A B2 Ψ (33 81) 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 2138 2298 2344 2464 Byz [(K L) P] Lect itar, ff, s vg arm (eth) geo slavms Didymus Cyril John-Damascus // ἀφυστερημένος א B*
*5 ἡμέρᾳ σφαγῆς Jr 12.3; 25.34
c6 Question: WH TEVmg FCmg // P: TR AD M RSV NRSV
*7 πρόιμον καὶ ὄψιμον Dt 11.14; Jr 5.24; Jl 2.23
27 {B} λάβῃ P74 B 048 945 1241 1739 2298 itar, s vg copsa arm geo // λάβῃ ὑετόν A Ψ 33 81 322 323 (436 1067 1409 ὑετὸν λάβῃ) 1243 1292 1505 1611 1735 1852 2138 2344 2464 Byz [K L P] Lect vgmss syrp, h geoms slav // λάβῃ καρπόν א2* καρπὸν τόν) 1175 itff syrhmg (copbo) Faustus Cassiodorus
*8 ἡ παρουσία … ἤγγικεν Ro 13.11-12; He 10.25; 1 Pe 4.7
d8 P: TEV Seg FC VP
*9 ὁ κριτὴς … ἕστηκεν Mt 24.33
e9 P: NIV
*11 μακαρίζομεν τοὺς ὑπομείναντας Dn 12.12 πολύσπλαγχνος … οἰκτίρμων Ex 34.6; Ps 103.8; 111.4
f11 NO P: TR FC // SP: WH // S: TOB REB
*12 Mt 5.34-37
g12 NO P: TR AD // SP: WH // S: NIV Lu TOB
*14 ἀλείψαντες … ἐλαίῳ Mk 6.13
314 {A} τοῦ κυρίου א 33 322 323 436 945 1175 1241 124 1292 1409 1505 1611 1735 1739 1852 2138 2298 2344 2464 Byz [K L P] Lect itar, ff, s, t vg syrp, h slav Origenlat Hesychius: or omit τοῦ) geo (eth) Chrysostom Cyril John-Damascus1/2 // κυρίου A Ψ 81 1067 l 751 l 921 arm John-Damascus1/2 // τοῦ κυρίου Ἰησοῦ l 1356 // Ἰησοῦ Χριστοῦ 6 // omit B
*15 ἡ εὐχὴ … κάμνοντα Mk 16.18
h15 P: Seg
i16 SP: NA ‖
kP: NIV
*17 1 Kgs 17.1; Lk 4.25
*18 1 Kgs 18.42-45
l18 NO P: WH // S: Lu TOB
*20 καλύψει πλῆθος ἁμαρτιῶν Pr 10.12; 1 Pe 4.8
420 {B} γινωσκέτω ὅτι א A 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1611 1735 1739 1846 1852 2298 2344 2464 Byz [K L P] Lect itar, l, s, t vg syrp copbomss arm eth (geo) slav Didymusdub // γινώσκετε ὅτι B 1505 2138 syrh // ὅτι Ψ Origenlat // omit P74 itff copsa
520 {C} αὐτοῦ ἐκ θανάτου א A P 048vid 33 436 1067 1409 1735 1739 2298 2344 2464 itar, s, t vg syrp, h copbo arm (eth) Didymusdub Cyril // ἐκ θανάτου αὐτοῦ P74 B 1292 1611 2138 itff // ἐκ θανάτου Ψ 81 322 323 945 1175 1241 1243 1505 1846 1852 Byz [K L] Lect copsa Origenlat John-Damascus // αὐτοῦ Ambrosiaster