GAL GALGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
1
Salutation
1 * Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, 2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶa ταῖς ἐκκλησίαις τῆς Γαλατίας,b 3 * χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου1 Ἰησοῦ Χριστοῦc 4 * τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, 5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.d
There is No Other Gospel
6 Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι [Χριστοῦ]2 εἰς ἕτερον εὐαγγέλιον, 7 * ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.e 8 * ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται [ὑμῖν]3 παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. 9 ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.f
10 * Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.g
How Paul Became an Apostle
11 Γνωρίζω γὰρ4 ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· 12 * οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.h
13 * Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14 * καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.i 15 * ὅτε δὲ εὐδόκησεν [ὁ θεὸς]5 ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 * ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.k
18 * Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε, 19 * ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.l 20 * ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.m 21 ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας· 22 ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ. 23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει, 24 καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.n
2
Paul Accepted by the Other Apostles
1 * Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην1 εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον· 2 ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ᾽ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3 ἀλλ᾽ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· 4 * διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν, 5 οἷς οὐδὲ2 πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.a 6 * ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, – ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον [ὁ] θεὸς ἀνθρώπου οὐ λαμβάνει – ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο, 7 * ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς, 8 ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,b 9 καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· 10 * μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.c
Paul Rebukes Peter at Antioch
11 Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12 * πρὸ τοῦ γὰρ ἐλθεῖν τινας3 ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον4, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτὸν φοβούμενος τοὺς ἐκ περιτομῆς. 13 καὶ συνυπεκρίθησαν αὐτῷ [καὶ] οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.d 14 ἀλλ᾽ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων,e Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;f
Jews, like Gentiles, are Saved by Faith
15 Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· 16 * εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.g 17 εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18 εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω. 19 * ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· 20 * ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ5 τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21 οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.h
3
Law or Faith
1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος; 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; 3 οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 4 τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ. 5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;a 6 * καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·b
7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ.c 8 * προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη· 9 * ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. 10 * ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν·d γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. 11 * ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι Ὁ δίκαιος ἐκ πίστεως ζήσεται· 12 * ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.e 13 * Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, 14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν1 τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.f
The Law and the Promise
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16 * τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν ἀλλ᾽ ὡς ἐφ᾽ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός. 17 * τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ2 ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18 * εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός.g 19 * Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη3, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.h
Slaves and Sons
21 * Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ]4; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη· 22 * ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.i
23 * Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι, 24 * ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.k
26 * Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 * ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 * οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ5 Ἰησοῦ. 29 * εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι.l
4
1 Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 * οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι· 4 * ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 * ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.a 6 * Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν1 κρᾶζον, Αββα ὁ πατήρ. 7 * ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ2.b
Paul's Concern for the Galatians
8 * Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς· 9 νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; 10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς, 11 φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.c
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν.d οὐδέν με ἠδικήσατε· 13 * οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14 καὶ τὸν πειρασμὸν ὑμῶν3 ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν. 15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι. 16 * ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;e 17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε· 18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19 τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν· 20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.f
The Allegory of Hagar and Sarah
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22 * γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 * ἀλλ᾽ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι᾽ ἐπαγγελίας.g 24 * ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ. 25 τὸ δὲ Ἁγὰρ Σινᾶ4 ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. 26 * ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν5· 27 * γέγραπται γάρ,
Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα,
ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα·
ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.h
28 * ὑμεῖς6 δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ.6 29 * ἀλλ᾽ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30 * ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. 31 * διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.i
5
1 * τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν1 καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.a
Christian Freedom
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4 κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6 * ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.b
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [τῇ] ἀληθείᾳ μὴ πείθεσθαι; 8 * ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9 * μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳc ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.d 11 * ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12 ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.e
13 * Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14 * ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.f
The Fruit of the Spirit and the Works of the Flesh
16 * Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17 * ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε. 18 * εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.g 19 * φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21 φθόνοι2, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.h
22 * Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρὰ εἰρήνη, μακροθυμία χρηστότης ἀγαθωσύνη, πίστις 23 * πραΰτης ἐγκράτεια3· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.i 24 * οἱ δὲ τοῦ Χριστοῦ [Ἰησοῦ]4 τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.k 25 * εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.l 26 * μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.m
6
Bear One Another's Burdens
1 * Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. 2 * Ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε1 τὸν νόμον τοῦ Χριστοῦ.a 3 εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν. 4 * τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον· 5 * ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.b 6 * Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.c 7 Μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται. ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· 8 * ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9 * τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. 10 ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα2 τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.d
Final Warning and Benediction
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.e 12 * ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.f 14 * ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ. 15 * οὔτε γὰρ3 περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις. 16 * καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.g
17 * Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.h
18 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

*1 ἀπόστολος … Χριστοῦ Ga 1.11-12; Ac 20.24
a1.2 P: RSV NIV NRSV ‖
bP: RSV TEV NIV Lu REB NRSV
*3 Ro 1.7; Php 1.2; Phm 3
13 {B} πατρὸς ἡμῶν καὶ κυρίου א A P Ψ 33 81 256 365 1241 1573 1962 2127 2464 l 593 l 598 l 9211/2 l 1021 itar, b vgmss Origendub Chrysostom1/2 Theodorelat; Ambrose1/2 // πατρὸς καὶ κυρίου ἡμῶν P46, 51vid B D F G H 075 6 104 263 424 436 459 1175 1739 1852 1881 1912 2200 Byz [K L] Lect (l 895 κυρίου Ἰησοῦ Χριστοῦ ἡμῶν) itd, f, g vg syrp, h, pal copsa, (bo), bomss arm (eth) slav Victorinus-Rome Ambrose1/2 Jerome // πατρὸς καὶ κυρίου 0150 1319 l 596 l 751 l 884 l 1443 ito vgmss geo Chrysostom1/2; Ambrosiaster Pelagius Augustine Varimadum
c3 P: TEV
*4 τοῦ δόντος … ἁμαρτιῶν ἡμῶν Ga 2.20; 1 Tm 2.6; Tt 2.14 τοῦ αἰῶνος … πονηροῦ 1 Jn 5.19
d5 P: TR WH AD NA M
26 {C} Χριστοῦ P51 א A B Fc Ψ 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itf vg syrp, pal copbo arm ethpp geo slav Eusebius Basil Chrysostom Theodorelat Cyril; Augustine // Ἰησοῦ Χριστοῦ D 1241 l 599 l 1977 itd (vgmss copsa Jerome Χριστοῦ Ἰησοῦ) syrh with * // θεοῦ Origenlat Theodoretlem // omit P46 vid F* G l 1178 itar, b, g, o Marcionacc. to Tertullian; Tertullian Cyprian Victorinus-Rome Ambrosiaster Lucifer Pelagius
*7 τινές … ὑμᾶς Ac 15.24 θέλοντες … Χριστοῦ Ac 15.1
e7 P: Seg
*8, 9 ἀνάθεμα ἔστω 1 Cor 16.22
38 {C} εὐαγγελίζηται ὑμῖν D2 (D* ὑμᾶς) 6 33 256 263 424 1319 (1962 ἡμῖν) 2127 Byzpt [L] l 590 lAD itf vg Basil3/4 Chrysostom Theodoretlem; Jerome1/3 Pelagius Augustine1/15 // ὑμῖν εὐαγγελίζηται P51 vid B H 1175 1739 2200 slav // εὐαγγελίζεται ὑμῖν 075 (104 εὐαγγελίσεται) 365 436 459 1573 1852 1881 2464 Byzpt [K P] Lect (l 895 ἡμῶν) arm geo // εὐαγγελίσηται ὑμῖν א2 A 81 (1241 ὑμῖν) (l 598 ὑμᾶς) itd Origenlat Adamantius (Eusebius) Cyril1/3 Theodorelat (Hegemoniuslat); Tertullian2/4 Ps-Cyprian Ambrosiaster Victorinus-Rome Hilary Jerome1/3 Augustine3/15, (11/15) // εὐαγγελίσηται א* itb, g, (o) Marcionacc. to Tertullian Cyril2/3; Tertullian1/4 Lucifer Pacian Faustinus // εὐαγγελίζηται F G Ψ itar Basil1/4; Tertullian1/4 Cyprian Jerome1/3 // εὐαγγελίζεται 0150 1912
f9 NO P: TR AD M NJB TOB // S: NA
*10 Ἄρτι … θεόν 1 Th 2.4
g10 NO P: WH // SP: NA // P: TR AD M RSV REB NRSV // MS: NJB
411 {C} γάρ א1 B D* F G 0150 33 itar, d, f, g vg copsa Victorinus-Rome Ambrosiaster Jerome Pelagius Augustine // δέ P46 א*, 2 A D1 Ψ 075 0261 6 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] l 596 itb, o vgms syrp, h, pal copbo geo2 slav Origenlat Marcellus Chrysostom Theodorelat Cyril // omit Lect (beginning of lesson) arm eth geo1
*12 Ga 1.1
h12 NO P: TR AD M RSV Lu NJB // SP: WH NA
*13 ἐδίωκον … αὐτήν Ac 8.3; 22.4-5; 26.9-11
*14 Ac 22.3
i14 SP: NA // P: M TEV FC Lu
*15 ὁ ἀφορίσας … καλέσας Is 49.1; Jr 1.5; Ro 1.1
515 {C} εὐδόκησεν ὁ θεός א A D Ψ 075 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itd syrh with *, pal copsa, bo arm eth geo slav Irenaeuslat 1/2 Origengr, lat Eusebius Adamantius Ps-Athanasius Marcellusvid Basil Didymus Didymusdub Chrysostom Severian Cyril Theodoret2/4; Victorinus-Romecom Hilary Jerome1/3 Augustine Varimadum Vigilius // εὐδόκησεν P46 B F G 0150 itar, b, f, g, o vg syrp Irenaeuslat 1/2, arm Epiphanius Theodorelat Theodoret2/4; Ps-Cyprian Victorinus-Romelem Ambrosiaster Gaudentius Jerome2/3 Pelagius Faustus-Milevis
*16 ἀποκαλύψαι … ἐμοί Ac 9.3-6; 22.6-10; 26.13-18 ἵνα … ἔθνεσιν Ga 2.7
k17 NO P: TR WH AD M TEV FC Lu NJB TOB // SP: NA
*18 Ac 9.26
*19 Ἰάκωβον … κυρίου Mt 13.55; Mk 6.3
l19 P: TEV FC
*20 Ac 9.30
m20 SP: NA // P: TEV Seg VP REB
n24 NO P: WH // P: TR AD NA M RSV REB
*2.1 Ac 15.2
11 {A} πάλιν ἀνέβην P46 א A B Ψ 0150 6 33c (33* ἀνέβη) 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itf vg copsa arm geo2 slav Theodorelat; Victorinus-Rome Jerome1/2 Pelagius Augustine1/2 // ἀνέβην πάλιν D F G itar, b, d, g, o eth Jerome1/2 // ἀνέβην 075 vgms copbo geo1 Marcionacc. to Tertullian Irenaeuslat Chrysostomlem; Ambrosiaster Augustine1/2 // πάλιν ἀνῆλθον C
*4 διὰ … ψευδαδέλφους Ac 15.1, 24; Ga 1.7 τὴν ἐλευθερίαν … Χριστῷ Ga 5.1, 13
25 {A} οἷς οὐδέ P46 א A B C D1 F G Ψ 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, f, g, o vg syrh, pal copsa, bo arm (eth) geo slav Basil (Ps-Ignatius) Epiphanius Chrysostom Theodorelat; Jerome Augustine // οἷς D2 Greek and Latin mssacc. to Jerome // οὐδέ Marcionacc. to Tertullian; Latin mssacc. to Victorinus-Rome Greek mssacc. to Ambrosiaster Ambrose // omit D* itb, d Irenaeuslat; (Tertullian) Greek and Latin mssacc. to Victorinus-Rome Victorinus-Rome Ambrosiaster Pelagius // omit οἷς οὐδέ … ὑποταγῇ l 884
a5 SP: NA // P: TEV FC VP REB
*6 πρόσωπον … λαμβάνει Dt 10.17
*7 πεπίστευμαι … ἀκροβυστίας Ac 9.15; 22.21
b8 P: VP REB
*10 Ac 11.29-30
c10 NO P: TR WH AD // P: NA M RSV REB NRSV
*12 μετὰ … συνήσθιεν Ac 11.3
312 {A} τινας א A B C D F G Ψ 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, (b), f, g*, o vg syrp, h copsa, bo arm eth geo slav Chrysostom Theodorelat; Victorinus-Rome Ambrosiaster Jerome Pelagius // τινα P46 itd, g2, r Irenaeuslat
412 {A} ἦλθον A C D2 H Ψ 075 0150 6 81 104 256 263 365 424 436 459 1241 1319 1573 1739 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, f, r vg syrp, h copsa, bo arm eth geo2 slav Chrysostom Theodorelat; Victorinus-Rome Ambrosiaster Jerome Pelagius Augustine // ἦλθεν P46 א B D* F G 33 1175 1852 l 592 l 596 itb, d, g, o geo1 Irenaeuslat
d13 P: NIV
e14 P: M ‖
fEnd quotation: TR RSV TEV FC NIVmg VP Lu NJB TOB REB NRSV // NO P: TR AD M RSV TOB // SP: WH NA // P: Seg NIV Lu REB NRSV
*16 οὐ δικαιοῦται … σάρξ Ac 15.10, 11; Ro 3.20, 28; 4.5; 11.6; Eph 2.8; Ga 3.11 οὐ δικαιωθήσεται πᾶσα σάρξ Ps 143.2
g16 P: NIV VP REB
*19 νόμῳ ἀπέθανον Ro 7.6
*20 τοῦ υἱοῦ … με Jn 13.1; 17.23; 1 Jn 3.16 παραδόντος … ἐμοῦ Ga 1.4; 1 Tm 2.6; Tt 2.14
520 {A} υἱοῦ τοῦ θεοῦ א A C D2 Ψ 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, f, r vg syrp, h copsa, bo arm eth geo slav Marcionacc. to Adamantius Clement Didymusdub Chrysostom Severian Theodorelat Cyril Theodoret; Ambrosiaster Jerome Pelagius Augustine Varimadum // θεοῦ καὶ Χριστοῦ P46 B D* F G it(b), d, g Victorinus-Rome
h21 End quotation from v. 14: M NIV NRSVmg // P: WH AD M RSV // MS: NJB
a3.5 P: NA RSV TEV Seg FC NIV VP Lu REB NRSV // S: NJB TOB
*3.6 ἐπίστευσεν … δικαιοσύνην Gn 15.6 (Ro 4.3)
b6 NO P: TR AD NA M RSV TEV Seg FC NIV VP Lu NJB TOB NRSV
c7 P: M
*8 Ἐνευλογηθήσονται … ἔθνη Gn 12.3 (18.18; Sir 44.21; Ac 3.25)
*9 Ro 4.16
*10 Ἐπικατάρατος … αὐτά Dt 27.26
d10 SP: WH // P: NA RSV TEV FC NIV VP REB NRSV // S: NJB
*11 ἐν … θεῷ Ro 3.20; Ga 2.16 Ὁ δίκαιος … ζήσεται Hab 2.4 (Ro 1.17; He 10.38)
*12 Ὁ ποιήσας … αὐτοῖς Lv 18.5 (Ro 10.5)
e12 P: TEV FC VP
*13 Χριστὸς … νόμου Ro 8.3; Ga 4.5 γενόμενος … κατάρα 2 Cor 5.21 Ἐπικατάρατος … ξύλου Dt 21.23
114 {A} ἐπαγγελίαν P99 א A B C D2 Ψ 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, f, o, (r) vg syrp, h, pal copsa, bo arm eth geo slav Origenlat Athanasius Didymusdub Chrysostom Theodorelat Cyril; Jerome Pelagius (Augustine) // εὐλογίαν (see 3.14a) P46 D* F G itb, d, g vgmss Marcionacc. to Tertullian; Ambrosiaster Varimadum
f14 NO P: TR AD // SP: WH // P: NA M RSV Seg REB NRSV
*16 Καὶ τῷ σπέρματί σου Gn 12.7; 13.15; 17.7; 24.7
*17 τετρακόσια … ἔτη Ex 12.40
217 {A} θεοῦ P46 א A B C P Ψ 0150 6 33 81 436 1175 1241 1739 (1881 omit τοῦ) 2464 itf, r vg copsa, bo eth geo (Ps-Eustathius) Cyril; Jerome Pelagius Augustine // θεοῦ εἰς Χριστόν D F G I 075 0176 104 256 263 (365 1319 1573 2127 omit τοῦ) 424 459 1852 1912 1962 2200 Byz [K L] Lect itar, b, d, g, (o) vgmss syrp, h arm slav Eusebius Chrysostom Theodorelat; Ambrosiaster
*18 εἰ … ἐξ ἐπαγγελίας Ro 4.14; 11.6
g18 SP: WH // P: NA M RSV TEV Seg FC NIV VP Lu REB NRSV // S: NJB
*19 Τί … προσετέθη Ro 5.20 διαταγεὶς δι᾽ ἀγγέλων Ac 7.38, 53; He 2.2
319 {A} νόμος; τῶν παραβάσεων χάριν προσετέθη א A B C D2 Ψ 075 0150 0176vid 6 33 81 104 256 263 365 424 (436 1912 2464 ἐτέθη) 459 1175 1241 1319 1573 1739 1852 1881 1962 2127 2200 Byz [K (L) P] Lect (itr) copsa, bo arm geo slav (Clement) Origenvid Letter of Hymenaeus (Eusebius) Severian Theodorelat Cyril Theodoret; Augustine12/21 // νόμος; τῶν παραδόσεων χάριν ἐτέθη D* itar, d, f, o vg (Ambrose) Jerome Pelagius Augustine9/21 Speculum // νόμος τῶν πράξεων; ἐτέθη F G itb, g Irenaeuslat; Ambrosiaster // νόμος τῶν πράξεων; P46
h20 NO P: TR WH AD NA M Lu NJB TOB // P: RSV Seg NIV REB NRSV
*21 Ὁ οὖν … γένοιτο Ro 8.2-4
421 {C} τοῦ θεοῦ א A C D (F G omit τοῦ) Ψ 075 0150 6 33 81 256 263 365 424 436 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, b, f, g, o, r vg syrp, h, pal copsa, bo arm geo slav Chrysostom Severian Theodorelat Cyril; Jerome Pelagius Augustine // τοῦ Χριστοῦ 104 459 // omit P46 B (eth) itd Victorinus-Rome Ambrosiaster Tyconius
*22 συνέκλεισεν … ἁμαρτίαν Ro 3.11-19; 11.32
i22 NO P: TR Seg // S: NJB
*23 ὑπὸ … νόμον ἐφρουρούμεθα Ga 4.3
*24 Ro 10.4
k25 NO P: TR AD NA M RSV Seg VP Lu NJB TOB NRSV // SP: WH // S: NIV
*26 Jn 1.12
*27 εἰς Χριστὸν ἐβαπτίσθητε Ro 6.3 Χριστὸν ἐνεδύσασθε Ro 13.14
*28 οὐκ … Ἕλλην Ro 10.12
528 {A} εἷς ἐστε ἐν Χριστῷ א2 B C D Ψ 075 6 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect arm (eth) Clement Asterius Marcellus1/2 Chrysostom; Tyconius // ἐστε ἐν Χριστῷ (haplography?) l 147 l 1701/2 (l 5921/2) l 603 l 895 l 1021 l 1356 l 1439 // ἕν ἐστε ἐν Χριστῷ F G 33 l 599 itar, b, d, f, g, o, r, s vg slav Origenlat Marcellus1/2 Ps-Athanasius Basil Chrysostom Theodorelat; Victorinus-Rome Ambrosiaster Hilary (Priscillian) (Gregory-Elvira) Ambrose Jerome Pelagius (Faustus-Milevis) Augustine Quodvultdeus // ἐστε Χριστοῦ P46 A // ἐστε εν (i. e. ἕν or ἐν[?]) Χριστοῦ א* (vgms)
*29 τοῦ Ἀβραὰμ … κληρονόμοι Ro 4.13
l29 NO P: TR // SP: WH // S: Lu NJB TOB REB
*4.3 ὑπὸ … δεδουλωμένοι Ga 3.23; Col 2.20
*4 τὸ πλήρωμα τοῦ χρόνου Eph 1.10 τὸν υἱὸν … γυναικός Jn 1.14; Ro 1.3
*5 τοὺς … ἐξαγοράσῃ Ga 3.13 τὴν υἱοθεσίαν ἀπολάβωμεν Ro 8.15
a4.5 SP: WH // P: TEV FC REB
*6 Ro 8.15-16
16 {A} ἡμῶν P46 א A B C D* F G P 104 459 1175 1241 1739 1881 1912 1962 Lectpt itar, b, d, f, g, o, r, s vgww, st syrpal copsa, bopt arm geo slav Marcionacc. to Tertullian Origenlat Athanasius2/4 Basil Didymusdub 2/3 Marcus-Eremita Cyril2/11; Ambrosiaster Hilary Priscillian Ambrose Chromatius Niceta Jerome Pelagius Augustine7/11 Speculum Varimadum Ps-Vigilius // ὑμῶν D2 Ψ 075 0150 6 33 81 256 263 365 424 436 1319 1573 1852 2127 2200 2464 Byz [K L] Lectpt, AD vgcl syrp, h copbopt eth Athanasius2/4 Didymus Didymusdub 1/3 Chrysostom Severian Theodorelat Cyril9/11 Hesychius Theodotus-Ancyra Theodoret; Victorinus-Rome Augustine4/11
*7 εἰ δὲ … θεοῦ Ro 8.17; Ga 3.29
27 {A} διὰ θεοῦ P46 א* A B C* 33 1739*vid itb, f, g, r, o, s vg copbo geo1 Clement Basil Didymusdub 2/3 Cyril; Victorinus-Rome Ambrosiaster Niceta Pelagius Augustine // διὰ θεόν F G 1881 // διὰ Χριστοῦ 81 2464 (1739c l 592 l 593 l 1439 Ἰησοῦ Χριστοῦ) syrpal copsa Eusebius-Emesa; Jerome // θεοῦ 1962 arm // θεοῦ διὰ Χριστοῦ א2 C3 D 075 0150 104 256 365 424 436 459 1175 1241 1319 1573 1852 1912 2200 Byz [K L] Lect itar, d geo2 slavms Athanasius Didymusdub 1/3 Chrysostom Theodorelat Theodoret1/2 John-Damascus // θεοῦ διὰ Ἰησοῦ Χριστοῦ P 6 263 2127 l 422 l 591 l 597 l 884 l 1154 l 1298 l 1356 l 1443 l 1590 syrp, h eth slavms Theodoret1/2 // μὲν θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ (see Ro 8.17) Ψ Ps-Athanasius
b7 NO P: TR NJB // P: WH (AD) NA M RSV REB NRSV
*8 τοῖς … θεοῖς 2 Chr 13.9; Is 37.19; Jr 2.11; 1 Cor 8.4-6
c11 S: NJB REB
d12 P: Seg
*13 δι᾽ … ὑμῖν 1 Cor 2.3
314 {A} τὸν πειρασμὸν ὑμῶν א* A B C2 D* F G 33 itb, d, f, g, o, r vg copbo Victorinus-Rome Ambrosiaster Jerome1/2 Pelagius Augustine // τὸν πειρασμὸν ὑμῶν τόν 6 424c 1739 1881 Origen Eusebius-Emesa; Jerome1/2 // τὸν πειρασμὸν τόν א2 81 104 436 459 1241 2464 l 593 syrp arm geo Basil // τὸν πειρασμόν μοῦ P46 itar vgms slav // τὸν πειρασμόν μου τόν C*vid D2 Ψ 075 0150 256 263 365 424* 1175 1319 1573 1852 1912 1962 2127 2200 Byz [K L P] Lect syrh copsa, boms Chrysostom Theodorelat
*16 Am 5.10
e16 P: TEV FC NIV VP TOB REB
f20 P: TR WH AD NA M RSV Seg NRSV
*22 ἕνα ἐκ τῆς παιδίσκης Gn 16.15 ἕνα ἐκ τῆς ἐλευθέρας Gn 21.2
*23 Ro 9.7-9
g23 P: NIV
*24 μία … γεννῶσα Ro 8.15; Ga 5.1
425 {C} δὲ Ἁγὰρ Σινᾶ A B D 256 365 436 1175 1319 1962 2127 2464 l 598 l 599 syrhmg, pal copbopt // γὰρ Ἁγὰρ Σινᾶ Ψ 062 075 0150 6 33 81 104 263 424 459 1852 1881 1912 2200 Byz [K L P] Lect (itd omit Σινᾶ) syrp, h copbomss arm geo2 slav Chrysostom Theodorelat Cyril1/3 // δὲ Σινᾶ P46 vgmss copsa Hesychiuslat; Ambrosiaster // γὰρ Σινᾶ א C F G 1241 1739 (l 592 γὰρ ὄρους Σινᾶ) itar, b, f, g, o, r vg eth geo1 Origenlat (Epiphanius) Cyril2/3; Victorinus-Rome Jerome Pelagius Augustine
*26 ἡ δὲ ἄνω Ἰερουσαλήμ He 12.22; Re 3.12; 21.2, 10
526 {A} ἡμῶν P46 א* B C* D F G Ψ 062vid 6 33 424c 1241 1739 1881 2464 l 1021 l 1443 itd, f, g, r vg syrp, hmg copsa, bo eth geo1 Marcionacc. to Tertullian Irenaeusarm Origengr, lat 4/10 Origendub Eusebius17/20 Chrysostom Marcus-Eremita Cyril6/7; Ambrosiaster Hilary Gregory-Elvira Jerome4/11 Pelagius Augustine32/42 Quodvultdeus // πάντων ἡμῶν א2 A C3 075 0150 0261vid 81 104 256 263 365 424* 436 459 1175 1319 1573 (1852 omit μήτηρ) 1912 1962 2127 2200 Byz [K L P] Lect itar, b, o vgmss syrh, pal arm geo2 slav Irenaeuslat Origenlat 6/10 Eusebius3/20 Cyril-Jerusalem Theodorelat Macarius/Symeon Cyril1/7 Theodoret; Victorinus-Rome Ambrose Rufinus Jerome7/11 Augustine10/42 Cassian4/5
*27 Εὐφράνθητι … ἄνδρα Is 54.1
h27 P: TEV Seg FC NIV VP TOB REB
*28 κατὰ … ἐστέ Ro 9.7; Ga 3.29
628 {B} ὑμεῖς … ἐστέ. P46 B D* F G 0261vid 6 33 256 365 424c 1175 1319 1573 1739 1881 1912 2127 (l 1561/2 l 1701/2 l 6171/2 omit ὑμεῖς δέ at beginning of lesson … ἐστέ) itb, d, g vgms syrpal copsa Irenaeuslat Origenacc. to Jerome; Victorinus-Rome Ambrosiaster Tyconius Ambrose // ἡμεῖς … ἐσμέν. א A C D2 Ψ 062 075 0150 81 104 263 424* 436 459 1241 1852 1962 2200 2464 Byz [K L P] Lect itar, f, o, r vg syrp, h copbo arm eth geo slav Chrysostom Theodorelat Cyril; Jerome Pelagius Augustine
628 {B} ὑμεῖς … ἐστέ. P46 B D* F G 0261vid 6 33 256 365 424c 1175 1319 1573 1739 1881 1912 2127 (l 1561/2 l 1701/2 l 6171/2 omit ὑμεῖς δέ at beginning of lesson … ἐστέ) itb, d, g vgms syrpal copsa Irenaeuslat Origenacc. to Jerome; Victorinus-Rome Ambrosiaster Tyconius Ambrose // ἡμεῖς … ἐσμέν. א A C D2 Ψ 062 075 0150 81 104 263 424* 436 459 1241 1852 1962 2200 2464 Byz [K L P] Lect itar, f, o, r vg syrp, h copbo arm eth geo slav Chrysostom Theodorelat Cyril; Jerome Pelagius Augustine
*29 ὁ κατὰ … πνεῦμα Gn 21.9
*30 Ἔκβαλε … υἱοῦ Gn 21.10 (Jn 8.35)
*31 Ga 3.29
i31 P: WH AD NA M // S: TR RSV TEV Seg FC NIV VP Lu TOB // MS: NJB
*5.1 τῇ … ἠλευθέρωσεν Jn 8.32, 36; Ga 2.4; 5.13 ζυγῷ δουλείας ἐνέχεσθε Ac 15.10
11 {B} τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν א* A B (D* omit οὖν) P 33 (l 1590 transpose οὖν after ἐλευθερίᾳ) copsa, (bo) // τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε οὖν א2 C* (C2 ἐλευθερίᾳ οὖν) Ψ (0150 transpose οὖν after ἐλευθερίᾳ) (81 Χριστοῦ [sic]) 1241 1739 1881 Lectpt Didymus // τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στῆτε οὖν H 256 365 1175 (1319 omit οὖν) 1573 1962 (2127 omit ἡμᾶς) // τῇ ἐλευθερίᾳ, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε D1 (D2 ἡμᾶς, ᾗ Χριστός) 075 (6 104 424c 459 2464 l 596 στήκετε οὖν) 263 (1912 στῆτε οὖν) syrhmg geo slav (Cyril) // τῇ ἐλευθερίᾳ οὖν, ᾗ Χριστὸς ἡμᾶς ἠλευθέρωσεν· στήκετε 424* (436 l 1439 for ) 1852 2200 Byz [K L] Lectpt, AD (l 165 l 170 στήκωμεν) Asterius Basil Marcus-Eremita Theodoret // ᾗ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν, στήκετε οὖν F G it(ar), (d), (f), g, (o), (r) (vg) (Marcionacc. to Tertullian); (Victorinus-Rome) (Ambrosiaster) (Jerome) (Pelagius)
a5.1 NO P: TR AD Lu TOB // SP: NA // P: WH M RSV TEV Seg FC NIV VP NJB REB NRSV
*6 οὔτε περιτομή … ἀκροβυστία 1 Cor 7.19; Ga 6.15
b6 NO P: TR AD // SP: WH
*8 τοῦ καλοῦντος ὑμᾶς Ga 1.6
*9 1 Cor 5.6
c10 ἐν κυρίῳ with πέποιθα: RSV TEV? Seg? FC NIV VP Lu NJBmg TOB REB // with ὑμᾶς: TEV? NJB NRSV? ‖
dP: TEV FC VP Lu
*11 τὸ σκάνδαλον τοῦ σταυροῦ 1 Cor 1.23
e12 S: NA Seg NJB TOB REB
*13 μόνον … σαρκί 1 Pe 2.16
*14 Ἀγαπήσεις … σεαυτόν Lv 19.18 (Mt 5.43; 19.19; 23.39; Mk 12.31; Lk 10.27; Ro 13.9; Jas 2.8)
f15 NO P: TOB // SP: WH NA // P: TR AD M RSV Seg NJB REB NRSV
*16 πνεύματι περιπατεῖτε Ro 8.4; Ga 5.25
*17 Ro 7.15-23 ἡ γὰρ … ἀντίκειται 1 Pe 2.11
*18 πνεύματι ἄγεσθε Ro 8.14 οὐκ … νόμον Ro 6.14; 7.4
g18 P: TEV Seg FC NIV VP TOB REB
*19-21 1 Cor 6.9-10; Eph 5.5; Re 22.15
221 {C} φθόνοι P46 א B 33 81 l 593 l 603 l 809 l 1178 l 1441* l 1590* vgmss copsa geo1 Marcionacc. to Epiphanius Irenaeuslat Clement Origenlat; Ambrosiaster Jerome Augustine Quodvultdeus // φθόνοι θόνοι A C D F G Ψ 075 0122 0150 6 104 256c (256* omit διχοστασίαι … μέθαι) 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, b, d, f, g, o vg syr(p), h copbo arm eth geo2 slav Ps-Clement Basil Chrysostom Theodorelat; (Cyprian) Lucifer Priscillian Latin mssacc. to Jerome Pelagius
h21 NO P: TR WH AD NA M RSV Lu NJB
*22 Ὁ δὲ … πνεύματος Eph 5.9
*23 κατὰ … νόμος 1 Tm 1.9
323 {A} ἐγκράτεια P46 א A B C D2 Ψ 075 0150 6 33 81 256 263 365 424 436 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect vgww, st syrp, h copsa, bo arm eth geo1 slav Origen Didymusdub Chrysostom Theodorelat Marcus-Eremita; Ambrose Jerome Augustine13/14 Quodvultdeus // ἐγκράτεια, ἀγνεία D* F G itar, b, d, f, g, o vgcl geo2 Irenaeuslat Origenlat Basil; Cyprian Ambrosiaster Priscillian Pelagius Augustine1/14 // ἐγκράτεια, ὑπομονή 0122 104 459 l 60 l 599
i23 P: Seg
*24 Ro 6.6; Col 3.5
424 {C} Χριστοῦ Ἰησοῦ א2* κυρίοῦ Ἰησοῦ Χριστοῦ) A B C P Ψ 075 0122* 0150 33 104* 256 263 436 459 1175 1241 1319 1573 1739 (1881 κυρίου Χριστοῦ) 1962c 2127 l 599 (syrpal) copsa, bo (eth) geo1 slav Didymusdub Cyril8/13, (4/13); Augustine1/12, (11/12) // Χριστοῦ P46 D F G 0122c 6 81 104c 365 424 1852 1912 1962* 2200 2464 Byz [K L] Lect itar, b, d, f, g, o vg syrp, h arm geo2 Marcionacc. to Epiphanius Origenlat Basil Chrysostom Theodorelat Cyril1/13; Cyprian Ambrosiaster Hilary Ambrose Jerome Latin mssacc. to Jerome Pelagius
k24 SP: WH NA // P: M RSV NJB
*25 πνεύματι καὶ στοιχῶμεν Ro 8.4; Ga 5.16
l25 P: Seg VP REB // S: TOB
*26 μὴ γινώμεθα κενόδοξοι Php 2.3
m26 NO P: TR WH M TOB REB // P: AD NA RSV NRSV
*1 ἐὰν … τοιοῦτον Mt 18.15; Jas 5.19
*2 Ἀλλήλων … βαστάζετε Ro 15.1
12 {C} ἀναπληρώσετε B F G 1962 (l 9211/2 ἀναπληροῦτε) itar, b, d, f, g, o vg copsa, bo eth slav Marcionacc. to Tertullian Theodorelat Marcus-Eremita Chrysostomlat Hesychiuslat (Cyril) Proclus; Cyprian Ps-Cyprian Victorinus-Rome Ambrosiaster Pacian Jerome Pelagius Augustine Speculum // ἀποπληρώσετε P46 // ἀναπληρώσατε א A C D Ψ 075 0122 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 2127 2200 2464 Byz [K L P] Lect arm geo Clement Basil Didymusdub Ammon Chrysostomgr
a6.2 P: VP REB
*4 τὸ δὲ … ἕκαστος 1 Cor 11.28; 2 Cor 13.5
*5 Ro 14.12
b5 P: NA M RSV TEV Seg FC NIV VP Lu NJB REB NRSV
*6 1 Cor 9.11, 14
c6 SP: WH // P: AD RSV TEV Seg FC NIV VP REB NRSV
*8 Jn 3.6; 6.63; Ro 8.13
*9 τὸ δὲ … ἐγκακῶμεν 2 Th 3.13
210 {A} ἐργαζώμεθα א B* C D F G Ψ 33 81 256 365 424 436 1241 1573 1739 1852c 2127 2200 Byzpt Lectpt, AD itar, b, d, f, g, o, r vg eth slav Marcionacc. to Tertullian Clement Origenlat Basil Chrysostom Theodorelat Nilus Cyril2/3; Cyprian Victorinus-Rome Ambrosiaster Jerome Pelagius Augustine Quodvultdeus Speculum // ἐργαζόμεθα A B2 075 0150 6 104 263 459 1175 1319 1852* 1881 1962 Byzpt [L P] Lectpt Cyril1/3 // ἐργασώμεθα P46 K l 596 Severian // ἐργασόμεθα 1912 2464
d10 P: WH AD M
e11 P: Seg NIV
*12 οὗτοι … διώκωνται Ga 5.11
f13 SP: NA
*14 ἐμοὶ … Χριστοῦ 1 Cor 1.31; 2.2
*15 οὔτε γὰρ … ἀκροβυστία 1 Cor 7.19; Ga 5.6 καινὴ κτίσις 2 Cor 5.17
315 {A} οὔτε γάρ P46 B Ψ 075 33 1175 1739* itr (syrp, pal) copsamss armmss geo1 Gregory-Nyssa Chrysostom Theodorelat; Ambrosiaster Jerome1/3 Augustine // ἐν γὰρ Χριστῳ Ἰησοῦ οὔτε א A C D F G 0150 6 81 104 256 263 365 424 436 459 1241 1319 1573 1739c 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, b, d, f, g, o vg syrh with * copsamss, bo, fay armmss geo2 slav Victorinus-Rome Jerome2/3 Pelagius
*16 εἰρήνη … Ἰσραήλ Ps 125.5; 128.6
g16 NO P: Lu
*17 ἐγὼ … βαστάζω 2 Cor 4.10
h17 NO P: TR TOB