PHP PHPGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
1
Salutation
1 Παῦλος καὶ Τιμόθεος δοῦλοι Χριστοῦ Ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις,a 2 * χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.b
Paul's Prayer for the Philippians
3 * Εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν 4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, 5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, 6 * πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας Χριστοῦ Ἰησοῦ·c 7 καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. 8 * μάρτυς γάρ μου ὁ θεὸς ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.d 9 καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει 10 * εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ, 11 * πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ1.e
To Me to Live is Christ
12 * Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, 13 * ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν, 14 καὶ τοὺς πλείονας τῶν ἀδελφῶνf ἐν κυρίῳg πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν2.h
15 Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· 16 οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι, 17 οἱ δὲ ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.i 18 τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω.k ἀλλὰ καὶ χαρήσομαι, 19 * οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ 20 * κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.l 21 * ἐμοὶ γὰρ τὸ ζῆν Χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος.m 22 * εἰ δὲ τὸ ζῆν ἐν σαρκί,n τοῦτό μοι καρπὸς ἔργου,o καὶ τί αἱρήσομαιp οὐ γνωρίζω. 23 * συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ [γὰρ] μᾶλλον κρεῖσσον· 24 τὸ δὲ ἐπιμένειν [ἐν] τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. 25 καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, 26 ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.q
27 * Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ· 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, 30 * τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.r
2
Christian Humility and Christ's Humility
1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, 2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, 3 * μηδὲν κατ᾽ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, 4 * μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες ἀλλὰ [καὶ] τὰ ἑτέρων ἕκαστοι.a 5 b τοῦτο1 φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, 6 *c ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, 7 * ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος 8 * ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 9 * διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα2 τὸ ὑπὲρ πᾶν ὄνομα, 10 * ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων 11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται3 ὅτι κύριος Ἰησοῦς Χριστὸς4 εἰς δόξαν θεοῦ πατρός.d
Shining as Lights in the World
12 * Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς5 ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· 13 * θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.e 14 * πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, 15 * ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης,f ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, 16 * λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.g 17 * ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· 18 * τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.h
Timothy and Epaphroditus
19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. 20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· 21 * οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. 22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον. 23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς· 24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.i
25 * Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς6 καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησεν. 27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ· ἀλλὰ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ. 29 * προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον Χριστοῦ7 μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.k
3
The True Righteousness
1 * Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ.a τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.b
2 * Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. 3 * ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι θεοῦ1 λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,c 4 * καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί.d εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον· 5 * περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, 6 * κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.e 7 * [ἀλλὰ] ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. 8 ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, δι᾽ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδήσω 9 * καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 * τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [τὴν] κοινωνίαν [τῶν] παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, 11 * εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.f
Pressing toward the Mark
12 * Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω,g ἐφ᾽ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ [Ἰησοῦ]2. 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὐ3 λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 * κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.h 15 * Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν4· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· 16 * πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν5.i
17 * Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς. 18 * πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, 19 * ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. 20 * ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, 21 * ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.k
4
1 * Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.a
Exhortations
2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. 3 * ναὶ ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου1, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.b 4 * Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.c 5 * τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις.d ὁ κύριος ἐγγύς.e 6 * μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν. 7 * καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα2 ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.f
8 * Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος3, ταῦτα λογίζεσθε·g 9 * ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.h
Acknowledgment of the Philippians' Gift
10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ. 11 * οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω, ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. 12 οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι· 13 * πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με4.i 14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.k
15 * Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι, 16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι5 ἐπέμψατε.l 17 * οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. 18 * ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν, εὐάρεστον τῷ θεῷ. 19 ὁ δὲ θεός μου πληρώσει6 πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.m 20 τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.n
Final Greetings
21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.o 22 * ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.p 23 ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.7

a1.1 P: RSV TEV NIV Lu REB NRSV
*2 Ro 1.7; Ga 1.3; Phm 3
b2 P: TR WH AD NA M REB
*3 Ro 1.8; 1 Cor 1.4
*6 ὁ ἐναρξάμενος … ἀγαθόν Php 2.13 ἡμέρας Χριστοῦ Ἰησοῦ 1 Cor 1.8; Php 1.10; 2.16
c6 SP: NA // P: NIV
*8 μάρτυς … θεός Ro 1.9; 2 Cor 1.23; 1 Th 2.5
d8 SP: NA // P: TEV FC NIV TOB
*10 τὸ … διαφέροντα Ro 2.18; 12.2; He 5.14 ἡμέραν Χριστοῦ 1 Cor 1.8; Php 1.6; 2.16
*11 Jn 15.8
111 {A} καὶ ἔπαινον θεοῦ א A B D2 I Ψ 075 0150 6 33 81 104 256vid 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 2127 2200 Byz [K L P] Lect itb, d, f, o, r vg syrp, h copsa, bo, fay arm geo slav Basil Chrysostom Theodorelat; Pelagius // καὶ ἔπαινον Χριστοῦ D* 1962 (vgms) // καὶ ἔπαινόν μοι F G itg Ambrosiaster // θεοῦ καὶ ἔπαινον ἐμοί 46 (itar)
e11 P: TR WH AD M RSV NRSV
*12 τὰ … ἐλήλυθεν 2 Tm 2.9
*13 τοὺς δεσμούς μου Eph 3.1; 4.1; Phm 1.9
f14 C: RSV TEV Seg FC VP TOB NRSV ‖
gC: M NIV Lu NJB REB ‖
214 {B} λόγον λαλεῖν 46 D2 6 424c 1739 1852 1881 2200 Byz [K] Lect itr Marcionacc. to Tertullian Chrysostom3/4 Theodorelat // λόγον κυρίοῦ λαλεῖν F G itg Cyprian Pelagiusmss // λόγον τοῦ θεοῦ λαλεῖν א A B (D* λαλεῖν τοῦ θεοῦ) P Ψ 075 0150 33 81 104 256vid 263 365 424* 436 459 1175 1241 1319 1573 1912 1962 2127 2464 l 596 l 884 l 1590 itar, b, (d), f, o vg syrp, h with * copsa, bo, fay arm eth geo slav Clement Chrysostom1/4; Ambrosiaster Pelagius
hNO P: TR AD NA M Lu NJB TOB // SP: WH
i17 SP: NA // P: TEV FC
k18 P: NA RSV NIV VP Lu REB NRSV
*19 τοῦτο … σωτηρίαν Job 13.16 διὰ … δεήσεως 2 Cor 1.11
*20 ἐν οὐδενὶ … Χριστός 1 Pe 4.16
l20 SP: WH NA // P: TR M
*21 ἐμοὶ … Χριστός Ga 2.20
m21 P: Seg
*22 τοῦτο … ἔργου Ro 1.13
n22 NO C: TEV Seg FC VP NJB TOB ‖
oPeriod (TR) RSV NIV (Lu) REB // Question: Seg // Dash: WH ‖
pQuestion: Seg NIV REB
*23 τὴν ἐπιθυμίαν … κρεῖσσον 2 Cor 5.8
q26 NO P: TR AD // SP: WH // S: Seg Lu NJB TOB REB
*27 Μόνον … πολιτεύεσθε Eph 4.1; Col 1.10; 1 Th 2.12 συναθλοῦντες … εὐαγγελίου Php 4.3
*30 τὸν … εἴδετε ἐν ἐμοὶ Ac 16.22 νῦν … ἐμοί Php 1.13
r30 NO P: TR // P: WH AD NA M RSV Seg NRSV
*2.3 μηδὲ κατὰ κενοδοξίαν Ga 5.26 ἀλλήλους … ἑαυτῶν Ro 12.10
*4 1 Cor 10.24, 33
a4 P: NA M NIV VP REB // S: TOB
b5-11 Traditional Material: Lu
15 {B} τοῦτο א* A B C Ψ 33 81 1241 2464 (Lect at beginning of lesson) vgmss copsa, bo arm eth geo Origen Ps-Dionysius Eusebius Ps-Athanasius Basil Apollinaris Gregory-Nyssa Didymus Severian Marcus-Eremita Cyril9/11 Nestorius Theodotus-Ancyra1/2 Theodoret John-Damascus // τοῦτο γάρ 46 א2 D F G 075 0150 6 104 256 263 365 424 436 459 1175 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] itar, b, d, f, g, o vg syr(p), h, pal (slav) Chrysostom Cyril2/11 Theodotus-Ancyra1/2; Victorinus-Rome Ambrosiaster Hilary Pelagius Speculum
*6 οὐχ … θεῷ Jn 1.1, 2; 17.5
c6-11 Traditional Material: NA TEV FC NIV VP NJB TOB (REB) NRSV
*7 ἑαυτὸν ἐκένωσεν 2 Cor 8.9 ἐν … γενόμενος Jn 1.14; Ro 8.3; He 2.14, 17
*8 ἐταπείνωσεν … θανάτου Jn 10.17; He 5.8; 12.2
*9 ὁ θεὸς αὐτὸν ὑπερύψωσεν Ac 2.33; He 1.3 ἐχαρίσατο … ὄνομα Eph 1.21; He 1.4
29 {B} τὸ ὄνομα 46 א A B C 33 1175 1739 copsa, bo eth Origen1/3 Ps-Dionysius Eusebius4/7 Apollinaris Cyril15/31 // ὄνομα D (F G ὄνομα εἰς) Ψ 075 0150 6 81 104 256 263 365 424 436 459 1241 1319 1573 1852 1881 1912 (1962 omit αὐτῷ) 2127 2200 2464 Byz [K L P] Lect copboms arm geo slav Clementfrom Theodotus Origen2/3 Eusebius3/7 Asterius Athanasius Didymus Didymusdub Epiphanius Chrysostom Severian Marcus-Eremita Cyril16/31 Nestorius Theodoret John-Damascus
*10-11 πᾶν … ἐξομολογήσηται Is 45.23; Ro 14.11
311 {C} ἐξομολογήσηται 46 א B 256 263 424 1852 Byzpt Lectpt, AD itar, b, d, f, g, o vg arm eth Irenaeusgr, lat Clement Origengr 1/2, lat 1/2 Eusebius Athanasius Gregory-Nyssa1/2 Chrysostom Severian Theodorelat Cyril8/10 John-Damascus; Novatian Rebaptism Cyprian Victorinus-Rome Ambrosiaster Hilary14/20 Priscillian Gregory-Elvira Ambrose Gaudentius Jerome2/5 Pelagius Maximinus Augustine Quodvultdeus Speculum Varimadum Vigilius // ἐξομολογήσεται A C D F G Ψ 075 0150 6 33 81 104 365 436 459 1175 1241 1319 1573 1739 1881 1912 1962 2127 2200 2464 Byzpt [K L P] Lectpt vgms slav Origengr 1/2, lat 1/2 Gregory-Nyssa1/2 Didymusdub Cyril2/10; Hilary6/20 Rufinus Jerome3/5
411 {A} κύριος Ἰησοῦς Χριστός 46 vid א A* B C D Ψ 075 0150 6 33 81 104 256 263 365 424 (436 omit κύριος) 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [L P] Lect itar, d, f vg syrp, h, pal copsamss, bo arm eth geo slav Clement Origengr, lat 1/2 Origendub Eusebius Athanasius Ps-Athanasius Titus-Bostra Gregory-Nyssa8/10 Didymus Didymusdub 3/4 Epiphanius Chrysostom Severian Theodorelat Marcus-Eremita Cyril Hesychius1/3 Theodoret John-Damascus;Victorinus-Rome Hilary2/25 Priscillian1/2 Gregory-Elvira Gaudentius Jerome2/5 Pelagius Maximinus Augustine5/7 Quodvultdeus Varimadum Vigilius // κύριος Ἰησοῦς (Ac κύριος Ἰησοῦς κύριος without deleting first κύριος) F G l 591 itb, g, o vgms copsams Origenlat 1/2 Gregory-Nyssa2/10 Didymusdub 1/4 Hesychius2/3; Novatian Rebaptism Cyprian Ambrosiaster Hilary23/25 Priscillian1/2 Ambrose Rufinus Jerome3/5 Paulinus-Nola Augustine2/7 Speculum Arnobius // Χριστὸς κύριος K
d11 NO P: TR // P: WH AD NA M RSV Seg REB
*12 μετὰ … κατεργάζεσθε Ps 2.11; 1 Pe 1.17
512 {A} ὡς 46 א A C D F G Ψ 075 0150 6 81 104 256 263 365 424 436 459 1175 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, b, d, f, g, o vg syrp, h slav Basil Chrysostom; Victorinus-Rome Pelagius // omit B 33 1241 l 596 vgmss copsa, bo arm eth geo Theodorelat; Ambrosiaster
*13 θεὸς … ὑμῖν Jn 15.5; 1 Cor 12.6; 15.10; 2 Cor 3.5; 1 Th 2.13
e13 SP: NA // P: RSV TEV FC NIV VP Lu REB NRSV
*14 πάντα … γογγυσμῶν 1 Cor 10.10; 1 Pe 4.9
*15 γενεᾶς … διεστραμμένης Dt 32.5; Mt 10.16; Ac 2.40 ἐν … κόσμῳ Dn 12.3; Mt 5.14; Eph 5.8
f15 Period: TEV FC
*16 λόγον … ἐμοί 1 Th 2.19 ἡμέραν Χριστοῦ 1 Cor 1.8; Php 1.6, 10 οὐκ … ἐκοπίασα Is 49.4; 65.23; Ga 2.2
g16 P: TR TEV FC
*17 σπένδομαι … ὑμῶν Ro 15.16; 2 Tm 4.6
*18 τὸ … χαίρετε Php 3.1; 4.4
h18 P: TR WH AD NA M RSV NRSV
*21 2 Tm 4.10
i24 NO P: TR WH AD NJB
*25 ὑμῶν δὲ … χρείας μου Php 4.18
626 {C} ὑμᾶς א2 (B ὑμᾶς πάντας) F G Ψ 075 6 424* 1739 1852 1881 1912 2200 2464 Byz [K L P] Lect itar, b, f, g, o vg copsa geo1 Chrysostom Theodorelat; Victorinus-Rome Ambrosiaster Pelagius Facunduslem // ὑμᾶς ἰδεῖν א* A C D Ivid 0150 33 81 104 256 263 365 424c 436 459 1175 1241 1319 (1573) 1962 2127 l 147 l 590 l 592 l 596 (l 809 ἰδεῖν πάντας ἡμᾶς = ὑμᾶς) l 1590c itd syrp, h, pal copbo arm eth geo2 slav Facunduscom Cassiodorus // ἦν πέμψαι πρὸς ὑμᾶς (see 2.25) 46 vid
*29 1 Cor 16.16, 18; 1 Tm 5.17
730 {B} Χριστοῦ 46 B F G 6 256 263 436 1175 1319 1573 1739 1881 1912 2464 l 596 slav (or τοῦ Χριστοῦ: itar, b, d, f, g, o vg syrp copsa Victorinus-Rome Ambrosiaster Pelagius) // τοῦ Χριστοῦ D 424 1852 2200 Byz [K L] Lect geo Chrysostom1/2 // κυρίου א A P Ψ 075 0150 33 (81 l 422 τοῦ κυρίου) 104 365 459 1241 1962 2127 syrh copbo arm Theodorelat // τοῦ θεοῦ l 593 Chrysostom1/2; Maximus // omit C
k30 P: WH AD M Seg NJB REB NRSV
*1 χαίρετε ἐν κυρίῳ Php 2.18; 4.4
a1 S: Seg NJB REB NRSV ‖
bNO P: TR AD TEV FC NIV VP NJB TOB REB
*2 Βλέπετε τοὺς κύνας Ps 22.16, 20; Re 22.15
*3 Ro 2.29
13 {B} θεοῦ א* A B C D2 F G 0150 6 33 81 104 263 424 459 1241 1739 1852 1881 1912 2200 2464 Byz [K L] Lect itg vgmss syrhmg copsa, bo arm geo Eusebius Athanasius Didymusdub; Greek mssacc. to Ambrose Ambrose3/4 Jerome1/5 Greek and Latin mssacc. to Augustine Augustine4/7 // θεῷ א2 D* P Ψ 075 256 365 436 1175 1319 1573 1962 2127 l 593 l 596 lAD itar, b, d, f, o vg syrp, h eth slav Origenlat Chrysostom Theodorelat; Victorinus-Rome Ambrosiaster Latin mssacc. to Ambrose Jerome4/5 Pelagius Greek and Latin mssacc. to Augustine Augustine3/7 Speculum // omit 46 (vgms) (Ambrose1/4)
c3 P: WH Seg TOB
*4 ἐγὼ ἔχων … σαρκί 2 Cor 11.18
d4 SP: WH NA // P: NIV NRSV
*5 περιτομῇ ὀκταήμερος Lk 1.59; 2.21 ἐκ … Ἑβραίων 2 Cor 11.22 κατὰ νόμον Φαρισαῖος Ac 23.6; 26.5
*6 διώκων τὴν ἐκκλησίαν Ac 8.3; 22.4; 26.9-11
e6 SP: NA // P: M NIV NRSV // S: TOB
*7 Mt 13.44, 46; Lk 14.33
*9 τὴν διὰ … πίστει Ro 3.21-22
*10 τὴν … αὐτοῦ, συμμορφιζόμενος … αὐτοῦ Ro 6.3-5 τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ Ro 8.17; Ga 6.17
*11 καταντήσω … νεκρῶν Ac 4.2; Re 20.5-6
f11 NO P: TR WH AD M NJB TOB // P: NA RSV REB NRSV
*12 διώκω … καταλάβω 1 Tm 6.12, 19 κατελήμφθην … Ἰησοῦ Ac 9.5-6
g12 NO C: TEV NIV NJB REB
212 {C} Χριστοῦ Ἰησοῦ 46, 61 א A Ψ 075 6 104 256 263 365 436 459 1175 1241 1319 1573 1739 1881 1912 1962 2127 2464 Byz [P] l 147 l 593 l 596 l 921 syrhmg copbopt arm geo slav Chrysostom1/2 (or τοῦ Χριστοῦ Ἰησοῦ: itar vg Augustine) // τοῦ Χριστοῦ Ἰησοῦ K L Ψ 0150 424 1852 Lect // Ἰησοῦ Χριστοῦ 81 2200 itf syrp copbopt eth Chrysostom1/2 // Χριστοῦ B D* (D2 τοῦ Χριστοῦ) F G 33 itb, d, g, o copsa Clement Origenlat Macarius/Symeon Theodorelat Marcus-Eremita; Tertullian Ps-Cyprian Victorinus-Rome Ambrosiaster Hilary Jerome Pelagius
313 {B} οὐ 46 B D2 F G Ψ 6 424 1739 1852 1881 2200 Byz [K L] l 147 l 156 l 592 l 617 l 884 lAD itb, d, f, g vg syrp copsa arm slav Origenlat Chrysostom2/5 Theodorelat; Jerome Pelagius Augustine23/28 // οὔπω 16vid, 61vid א A D* P 075 0150 33 81 104 (256 365 1319 1573 ἐγὼ οὔπω ἐμαυτόν) 263 436 459 (1175 2127 l 596 ἐγὼ οὔπω λογίζομαι ἐμαυτόν) 1241 1912 1962 2464 Lect itar, o vgmss syrh with * copbo eth geo Clement Basil Gregory-Nyssa Chrysostom1/5, (2/5); Tertullian Ps-Cyprian Victorinus-Rome Ambrosiaster Augustine5/28
*14 1 Cor 9.24
h14 P: TEV Seg FC NIV VP REB
*15 Ὅσοι … φρονῶμεν Mt 5.48; 1 Cor 2.6
415 {A} φρονῶμεν 16, 46 A B D F G I Ψ 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K P] Lect itar, b, d, f, g, o vg arm geo Origenlat Basil Didymus Chrysostom Theodorelat; Ps-Cyprian Victorinus-Rome Ambrosiaster Hilary Jerome7/10 Pelagius Augustine // φρονοῦμεν א L 1241 l 147 slav Clement Macarius/Symeon; Jerome3/10
*16 Ga 6.16
516 {A} τῷ αὐτῷ στοιχεῖν 16, 46 א* A B Ivid 0150 6 33 424c 1739 itb copsa, bo eth (Theodotus-Ancyra); Hilary Augustine Ferrandus // τὸ αὐτὸ φρονεῖν 1881 // τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ στοιχεῖν D* (F G συνστοιχεῖν) itar, d, g, o Victorinus-Rome Ambrosiaster // τὸ αὐτὸ φρονεῖν, τῷ αὐτῷ κανόνι στοιχεῖν (D2 436 στοιχεῖν κανόνι) 81 104 256 263 365 459 1175 1241 1319 1573 2127 l 596 itf vg arm geo slav Pelagius // τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν א2 Ψ 075 424* 1852 1912 1962 2200 2464 Byz [K L P] Lect (l 921 καὶ φρονεῖν) syr(p), h Basil Chrysostom Theodorelat
i16 SP: WH // S: TOB
*17 Συμμιμηταί μου γίνεσθε 1 Cor 4.16; 11.1 σκοπεῖτε … ἡμᾶς 1 Th 1.7; 1 Pe 5.3
*18 τοὺς … Χριστοῦ 1 Cor 1.23; Ga 6.12
*19 ὧν ὁ θεὸς ἡ κοιλία Ro 16.18 οἱ τὰ ἐπίγεια φρονοῦντες Ro 8.5-6
*20 ἡμῶν … ὑπάρχει Eph 2.6, 19; He 12.22
*21 ὃς μετασχηματίσει … αὐτόν Ro 8.29; 1 Cor 15.43-53 ὑποτάξαι … πάντα 1 Cor 15.28
k21 S: TR TEV FC VP Lu
*4.1 ἀδελφοί … μου 1 Th 2.19-20
a4.1 NO P: TR AD M Lu // SP: WH // P: NA RSV TEV FC VP REB NRSV
*3 βίβλῳ ζωῆς Ex 32.32, 33; Ps 69.28; Dn 12.1; Re 3.5; 13.8; 17.8; 20.12, 15; 21.27
13 {A} τῶν λοιπῶν συνεργῶν μου 46 א2 A B D F G Ivid Ψ 075 0150 (6 omit μου) 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464vid Byz [K L P] Lect (l 921 omit λοιπῶν; l 884 συγγενῶν for συνεργῶν) itar, b, d, f, g, o vg syrp, h, pal copsa, bo arm geo2 slav Origen Eusebius Chrysostom Theodorelat; Victorinus-Rome Ambrosiaster Jerome Pelagius // τῶν συνεργῶν μου καὶ τῶν λοιπῶν 16 vid א* geo1 // τῶν λοιπῶν l 1021
b3 SP: WH // P: TR AD NA M RSV TEV Seg FC NIV VP Lu NJB TOB REB NRSV
*4 Php 3.1
c4 P: TEV Seg FC REB
*5 ὁ κύριος ἐγγύς He 10.37; Jas 5.8, 9
d5 P: REB ‖
eP: VP
*6 μηδὲν μεριμνᾶτε Mt 6.25; 1 Pe 5.7 τῇ προσευχῇ … εὐχαριστίας Col 4.2
*7 Is 26.3; Jn 14.27; Col 3.15
27 {A} νοήματα 46 א A B D Ψ 075 0150 6 33 81 104 256 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect (l 422 διανοήματα) itf, s vg syrp, h, pal copsa, bo arm eth geo slav Origengr, lat 2/3 Chrysostom Theodorelat Cyril6/7; Jerome Pelagius Augustine // omit καὶ τὰ νοήματα ὑμῶν (homoioteleuton?) 263 l 590 l 809 itb vgms Origenlat 1/3; Ambrosiaster Hilary // σώματα F G itar, d, g, o Cyril1/7; Victorinus-Rome Chromatius Speculum // νοήματα καὶ τὰ σώματα 16 vid (vgmss)
f7 NO P: M NJB // SP: WH // S: RSV VP NRSV
*8 Ro 12.17
38 {A} ἔπαινος 46 א A B D2 Ψ 075 0150 6 33 81 104 256 (263 omit ταῦτα λογίζεσθε) 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itb, s vgww, st syrp, h, pal copsa, bo arm eth geo slav Origenlat Ps-Clement Basil Gregory-Nyssa Chrysostom Theodorelat Nilus Marcus-Eremita; Victorinus-Rome Jerome Pelagius Augustine // ἔπαινος ἐπιστήμης D* F G itar, d, f, g, o vgcl Ps-Cyprian Ambrosiaster
g8 P: VP REB
*9 ὁ θεὸς τῆς εἰρήνης Ro 15.33; 16.20; 1 Cor 14.33; 1 Th 5.23
h9 P: TR WH AD M RSV NRSV
*11 ἐν … εἶναι 1 Tm 6.6
*13 2 Cor 12.10; 2 Tm 4.17
413 {A} με א* A B D* I 33 1739 itar, b, d, f, o, r vg syrpal copsa, bo arm geo1 Clement Eusebius2/6 Didymus2/6; Victorinus-Rome Ambrosiaster Ambrose Jerome1/5 Pelagius Rufinus Augustine // με Χριστῷ א2 D2 (F G) Ψ 075 0150 6 81 104 256 263 365 424 436 459 1175 1241 1319 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itg syrp, h eth geo2 slav Origen(gr), lat (Origendub) Eusebius3/6, (1/6) Ps-Athanasius Basil Cyril-Jerusalemdub Gregory-Nyssa Didymus4/6 Chrysostom Theodorelat Cyril; Jerome4/5 Paulinus-Nola // ἐν τῷ δύνασθαι Χριστῷ 1573
i13 SP: NA // P: RSV TEV NIV
k14 NO P: TR WH AD NA M RSV TEV NIV Lu NJB TOB
*15 2 Cor 11.9
516 {C} εἰς τὴν χρείαν μοι א B F G Ψ 0150 6 33 256 365 424 459 1319 1573 1739 1852 1881 2127 Byz [K] Lect itb, d, f, o vg (copsa, bo) (Chrysostom); Pelagius // εἰς τὴν χρείαν μου D2 L P 263 1962 2200 l 921 it(ar), g, r geo Theodorelat; Ambrosiaster Augustine // τὴν χρείαν μου D* 075 l 422 arm // τὴν χρείαν μοι 46 A 81 104 436 1175 1241 1912 2464 l 596 slav Victorinus-Rome
l16 P: TOB
*17 ἐπιζητῶ τὸν … ὑμῶν 1 Cor 9.11
*18 ὀσμὴν εὐωδίας Gn 8.21; Ex 29.18; Eze 20.41
619 {B} πληρώσει 46 א A B D2 0150 1852 1912 2200 Byz [K L P] Lectpt, AD copsa, bo arm geo slav Chrysostom // πληρῶσαι D* F G Ψ 075 6 33 81 104 256 263 365 436 459 1175 1241 1319 1573 1739 1881 1962 2127 Lectpt itar, b, d, f, g, o, r vg eth Theodoret Theodorelat; Victorinus-Rome Ambrosiaster Pelagius
m19 P: NIV
n20 P: TR WH AD NA M RSV Seg REB
o21 P: Seg
*22 οἱ ἐκ … οἰκίας Php 1.13
p22 P: WH AD NA M RSV TEV Seg FC NIV VP NJB TOB REB NRSV
723 {A} ὑμῶν. B F G 075 6 263 1739* 1881 itb, f, g syrpal copsa Chrysostom Theodorelat; Ambrosiaster // ὑμῶν. ἀμήν. 46 א A D Ψ 0150 33 81 104 256 365 424 436 459 1175 1241 1319 (1573 ἡμῶν) 1739c (1852 2200 πάντων for τοῦ πνεύματος) (1912 πάντων for ὑμῶν) 1962 2127 2464 Byz [K L P] Lect (l 884 l 1154 ἡμῶν) itar, d, o, r vg syrp, h copbo arm eth geo slav Victorinus-Rome