2TI 2TIGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β
1
Salutation
1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦa 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ,b χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.c
Loyalty to the Gospel
3 * Χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μουd νυκτὸς καὶ ἡμέρας,e 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 * ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.f 6 * δι᾽ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7 * οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.g 8 * μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, 9 *h τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10 * φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίουi 11 * εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος1,k 12 δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω· ἀλλ᾽ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.l 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· 14 * τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.m
15 * Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης.n 16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξενo καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,p 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν· 18 * δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.q
2
A Good Soldier of Christ Jesus
1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, 2 καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.a 3 συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 * τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.b
8 * Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 * ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται· 10 * διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.c 11 πιστὸς ὁ λόγος·
d εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
12 * εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·
εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς·
13 * εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει,
ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.e
An Approved Workman
14 * Ταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ1 μὴ λογομαχεῖν, ἐπ᾽ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15 * σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 * τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας 17 * καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει. ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες [τὴν] ἀνάστασιν2 ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν.f 19 * ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου.g 20 Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν· 21 * ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.h 22 * τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23 * τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας· 24 * δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 * ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.i
3
The Character of Men in the Last Days
1 * Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· 2 * ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι ἀνόσιοι 3 ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι 4 προδόται προπετεῖς τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5 * ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι·a καὶ τούτους ἀποτρέπου.b 6 * ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7 * πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8 * ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. 9 ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.c
Last Charge to Timothy
10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 * τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. 12 * καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι.d 14 * σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων1 ἔμαθες, 15 * καὶ ὅτι ἀπὸ βρέφους [τὰ] ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. 16 * πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 * ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.e
4
1 * Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν1 αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ· 2 * κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.a 3 * ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν 4 * καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.b 5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.c
6 * Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. 7 * τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 * λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.d
Personal Instructions
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10 * Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν2, Τίτος εἰς Δαλματίαν· 11 * Λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 * Τύχικον δὲ ἀπέστειλα εἰς Ἔφεσον.e 13 * τὸν φαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος φέρε, καὶ τὰ βιβλία μάλιστα τὰς μεμβράνας.f 14 * Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.g
16 * Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 * ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.h 18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.i
Final Greetings
19 * Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.k 20 * Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.l 21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν.m Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες.n 22 Ὁ κύριος3 μετὰ τοῦ πνεύματός σου.o ἡ χάρις μεθ᾽ ὑμῶν.4
a1 P: RSV TEV FC NIV NRSV
b2 P: RSV TEV NIV Lu REB ‖
cP: TR WH AD NA M NJB REB
*3 ἀπὸ προγόνων Php 3.5 ἐν καθαρᾷ συνειδήσει Ac 23.1; 24.16
d3 C: WH RSV ‖
eNO C: WH RSV
*5 τῇ μητρί σου Εὐνίκῃ Ac 16.1
f5 P: NA M Seg VP Lu // S: NJB TOB
*6 ἀναζωπυρεῖν … μου 1 Tm 4.14
*7 οὐ … δειλίας Ro 8.15
g7 P: RSV TEV FC NIV NRSV
*8 τῷ … θεοῦ Ro 1.16
*9 τοῦ … χάριν Eph 2.8-9; Tt 3.5
h9-10 Traditional material: NA
*10 τοῦ σωτῆρος … θάνατον 1 Cor 15.55, 57; He 2.14
i10 P: TEV FC VP REB
*11 1 Tm 2.7
111 {B} καὶ διδάσκαλος א* A I 1175 syrpalms // καὶ διδάσκαλος ἐθνῶν (see 1 Tm 2.7) א2 (C P 256vid l 422 omit καί) D F G Ψ 075 0150 6 81 104 263 365 424 436 459 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L] Lect (l 921 omit καὶ διδάσκαλος) itar, b, d, f, g, mon, o vg syrp, h, palms copsa, bo arm eth geo slav Chrysostom Theodorelat; Ambrosiaster Pelagius // καὶ διάκονος 33
k11 P: NJB
l12 SP: NA // P: Seg NIV VP NJB
*14 τὴν … φύλαξον 1 Tm 6.20
m14 NO P: TR // SP: WH // S: TOB
*15 ἀπεστράφησαν … Ἀσίᾳ 2 Tm 4.16
n15 P: NIV
o16 C: TR RSV TEV FC REB ‖
pNO C: RSV (TEV) (FC) REB
*18 δῴη … ἡμέρᾳ Jd 21
q18 P: WH AD M RSV Seg NIV
a2.2 P: TEV FC VP NJB REB
*6 1 Cor 9.7, 10
b7 NO P: TR WH AD // S: TOB
*8 Ἰησοῦν … νεκρῶν 1 Cor 15.4, 20 ἐκ σπέρματος Δαυίδ Ro 1.3
*9 Eph 3.1; Php 1.12-14
*10 πάντα … ἐκλεκτούς Col 1.24
c10 P: NIV NJB REB
d11-13 μένει Traditional material: RSV NRSV // 11-13 Not traditional material: TR WH AD M
*12 εἰ ἀρνησόμεθα … ἡμᾶς Mt 10.33; Lk 12.9
*13 εἰ … μένει Ro 3.3-4 ἀρνήσασθαι … δύναται Nu 23.19; Tt 1.2
e13 SP: WH // P: TR AD NA M RSV NRSV
*14 μὴ … χρήσιμον 1 Tm 6.4; Tt 3.9
114 {B} θεοῦ א C F G I 424* 436 1175 1912 1962 2200 l 422 l 592 l 593 l 598 l 1441 itar, f, g vgmss syrhmg copsams, bopt arm geo slav Ambrose Pelagius // κυρίου A D Ψ 048 075 0150 6 81 104 256 263 365 424c 459 1241 1319 1573 1739 1852 1881 2127 Byz [K L P] Lect itb, d, o vg syr(p), h copsamss, bopt Basil Chrysostom Theodorelat; Ambrosiaster // Χριστοῦ 429
*15 ἐργάτην ἀνεπαίσχυντον 1 Tm 4.6; Tt 2.7-8
*16 τὰς … περιΐστασο 1 Tm 4.7
*17 Ὑμέναιος 1 Tm 1.20
218 {C} τὴν ἀνάστασιν A C D Ψ 075 0150 6 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect copsa, bo Chrysostom // ἀνάστασιν א F G 048 33 (eth) geo Cyril
f18 P: NJB // S: TOB
*19 Ἔγνω … αὐτοῦ Nu 16.5; Jn 10.14; 1 Cor 8.3 Ἀποστήτω … κυρίου Nu 16.26
g19 P: RSV TEV FC NIV VP NJB TOB NRSV
*21 εὔχρηστον … ἡτοιμασμένον 2 Tm 3.17
h21 P: NA M Seg NIV VP Lu NJB REB // S: TOB
*22 τὰς … εἰρήνην 1 Tm 6.11
*23 τὰς … παραιτοῦ 1 Tm 4.7
*24 δοῦλον … μάχεσθαι 1 Tm 3.3; Tt 1.7
*25 μετάνοιαν … ἀληθείας 1 Tm 2.4
i26 P: WH AD NA M RSV Seg REB NRSV
*3.1 ἐν ἐσχάταις ἡμέραις 1 Tm 4.1
*2-4 Ro 1.29-31
*5 ἔχοντες μόρφωσιν εὐσεβείας Mt 7.15, 21; Ro 2.20; Tt 1.16
a5 P: VP ‖
bSP: NA // P: NIV NJB
*6 οἱ ἐνδύνοντες … ἁμαρτίαις Tt 1.11
*7 εἰς … δυνάμενα 2 Tm 2.25
*8 Ἰάννης … Μωϋσεῖ Ex 7.11, 22 ἄνθρωποι … νοῦν 1 Tm 6.5
c9 NO P: TR WH AD // P: NA M RSV NJB REB NRSV
*11 ἐν Ἀντιοχείᾳ Ac 13.50 ἐν Ἰκονίῳ Ac 14.5 ἐν Λύστροις Ac 14.19 ἐκ … ὁ κύριος Ps 34.19
*12 Mt 16.24; Jn 15.20; Ac 14.22
d13 SP: NA // P: Seg VP NJB TOB // S: Lu
*14 εἰδὼς … ἔμαθες 2 Tm 2.2
114 {B} τίνων א A C* F G P 33 81 1175 1739 1881 1912 l 60 itb, d, g, o Hilary Ambrosiaster // τίνος C3 D Ψ 075 0150 6 104 256 263 365 424 436 459 1241 1319 1573 1852 1962 2127 2200 Byz [K L] Lect itar, f vg geo slav Chrysostom Theodorelat; Jerome Pelagius Augustine // omit εἰδὼς … ἔμαθες l 597
*15 τὰ δυνάμενα … Ἰησοῦ Jn 5.39
*16 πᾶσα γραφὴ θεόπνευστος 2 Pe 1.21 ὠφέλιμος πρὸς διδασκαλίαν Ro 15.4
*17 πρὸς … ἐξηρτισμένος 2 Tm 2.21
e17 NO P: TR // SP: WH // S: Lu NJB TOB
*4.1 Χριστοῦ … νεκρούς Ac 10.42; Ro 14.9-10; 1 Pe 4.5
11 {B} καὶ τὴν ἐπιφάνειαν א* A C D* F G 6 33 424c 1175 1739 itar, b, d, f, g, o vgww, st copbo Didymusdub; Ambrosiaster Pelagius Augustine // κατὰ τὴν ἐπιφάνειαν א2 D2 Ψ 075 0150 81 104 256 263 365 424* 436 459 1241 1319 1573 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect vg(mss), cl (syrp, h) copsa arm geo slav Basil Chrysostom Severian Theodorelat
*2 ἐπίστηθι εὐκαίρως ἀκαίρως Ac 20.20, 31
a4.2 SP: NA
*3 ἔσται … ἀνέξονται 1 Tm 4.1
*4 ἐπὶ … ἐκτραπήσονται 1 Tm 4.7; Tt 1.14
b4 SP: NA // P: Lu
c5 NO P: TR AD Lu // SP: WH // S: Seg NJB TOB REB
*6 Ἐγὼ … σπένδομαι Php 2.17
*7 τὸν καλὸν … ἠγώνισμαι 1 Tm 6.12
*8 ἀπόκειται … στέφανος 1 Cor 9.25; Php 3.14; 2 Tm 2.5; Jas 1.12; 1 Pe 5.4; Re 2.10
d8 P: TR WH AD M RSV Seg
*10 Δημᾶς Col 4.14; Phm 24 Τίτος 2 Cor 8.23; Ga 2.3; Tt 1.4
210 {A} Γαλατίαν A D F G Ψ 075 0150 6 33 256 263 365 424 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar, b, d, f, g, o vgcl syrp, h copbopt eth geo slav Irenaeuslat Chrysostom Theodorelat Theodoret; Ambrosiaster Pelagius // Γαλλίαν א C 81 104 436 459 l 147 l 596 vgww, st copsa, bopt Eusebius Epiphanius // Γαλιλαίαν vgms (copbomss) arm
*11 Λουκᾶς Col 4.14; Phm 24 Μᾶρκον Ac 12.12, 25; 13.13; 15.37-39; Col 4.10; Phm 24
*12 Τύχικον Ac 20.4; Eph 6.21-22; Col 4.7-8
e12 P: TOB
*13 Τρῳάδι Ac 20.6
f13 P: TEV FC NIV VP TOB REB // S: Seg
*14 Ἀλέξανδρος 1 Tm 1.20 ἀποδώσει … αὐτοῦ 2 Sm 3.39; Ps 28.4; 62.12; Pr 24.12; Ro 2.6
g15 NO P: TR WH AD RSV REB // SP: NA
*16 πάντες με ἐγκατέλιπον 2 Tm 1.15
*17 ὁ δὲ … παρέστη Ac 27.23 δι᾽ ἐμοῦ … ἔθνη Ac 23.11 ἐρρύσθην … λέοντος Ps 22.21; Dn 6.22; 1 Macc 2.60
h17 P: TOB
i18 NO P: TR // P: WH AD NA M Seg Lu REB
*19 Πρίσκαν καὶ Ἀκύλαν Ac 18.2 τὸν Ὀνησιφόρου οἶκον 2 Tm 1.16-17
k19 SP: WH NA // P: Seg REB
*20 Ἔραστος Ac 19.22; Ro 16.23 Τρόφιμον Ac 20.4; 21.29
l20 P: Seg TOB
m21 SP: WH NA // P: TR AD TEV FC NJB TOB REB ‖
nP: WH AD NA M RSV TEV Seg FC NIV VP NJB TOB REB NRSV
322 {B} κύριος א* F G 33 1739 1881 l 1441 itg copsa // κύριος Ἰησοῦς A 104 ito vgst Pelagius // κύριος Ἰησοῦς Χριστός א2 C D Ψ 075 0150 6 81 256 263 365 424 436 459 1175 1241 1319 1573 1852 1912 1962 2127 2200 Byz [K L P] Lect itar, b, d, f vgcl, ww syrp, h copbo arm (eth) geo slav Chrysostom Theodorelat (Theodoretlem); Ambrosiaster
o22 P: TEV FC
422 {A} ἡ χάρις μεθ᾽ ὑμῶν. א* A C F G 6 33 81 424c 1739* 1881 1912 itf, g vgms copbomss // ἡ χάρις μεθ᾽ ὑμῶν. ἀμήν. א2 D2 Ψ (075 ἡμῶν) 0150 104 256 365 424* 436 459 1175 1241 1319 1573 1739c 1852 1962 2127 2200 Byz [K L P] Lect (l 921 ἡμῶν) ito vgcl, ww, (st) syrh copbopt, (ms) (ethpp) (geo) slav (Chrysostom) (Theodorelat) // ἡ χάρις μετὰ σοῦ. ἀμήν. 263 syrp copboms (copsams armms omit ἀμήν) armms (ethTH) // ἔρρωσ᾽ ἐν εἰρήνῃ. ἀμήν. D* itar, (b), d (vgms) (Ambrosiaster) // omit copsamss