2PE 2PEGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΕΤΡΟΥ B
ΠΕΤΡΟΥ B
1
Salutation
1 Συμεὼν1 Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦa τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ,b 2 * χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν2.c
The Christian's Call and Election
3 * Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ3, 4 δι᾽ ὧν τὰ τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς4.d 5 καὶ αὐτὸ τοῦτο δὲ5 σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, 6 * ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, 7 ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην.e 8 ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· 9 ᾧ γὰρ μὴ πάρεστιν ταῦτα, τυφλός ἐστιν μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν.f 10 διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν6 ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι6· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. 11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ.g
12 * Διὸ μελλήσω ἀεὶ ὑμᾶς ὑπομιμνῄσκειν περὶ τούτων καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾽ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 * εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέν μοι, 15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.h
Christ's Glory and the Prophetic Word
16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν ἀλλ᾽ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 * λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν7 εἰς ὃν ἐγὼ εὐδόκησα, 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ ἁγίῳ ὄρει.i 19 καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν,k 20 τοῦτο πρῶτον γινώσκοντες ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται· 21 * οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ, ἀλλὰ ὑπὸ πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπὸ θεοῦ8 ἄνθρωποι.l
2
False Prophets and Teachers
(Jude 4-13)
1 * Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι. ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν, 2 * καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις δι᾽ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται, 3 * καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται,a οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.b
4 * Εἰ γὰρ ὁ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο ἀλλὰ σειραῖς1 ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, 5 * καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξεν κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, 6 * καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας [καταστροφῇ] κατέκρινεν2 ὑπόδειγμα μελλόντων ἀσεβέ[σ]ιν3 τεθεικώς, 7 * καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο·c 8 βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· 9 * οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,d 10 * μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας.e
Τολμηταὶ αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασφημοῦντες, 11 * ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ φέρουσιν κατ᾽ αὐτῶν παρὰ κυρίου4 βλάσφημον κρίσιν.f 12 * οὗτοι δὲ ὡς ἄλογα ζῷα γεγεννημένα φυσικὰ εἰς ἅλωσιν καὶ φθορὰν ἐν οἷς ἀγνοοῦσιν βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καὶ φθαρήσονταιg 13 * ἀδικούμενοι5 μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν6, σπίλοι καὶ μῶμοι ἐντρυφῶντες ἐν ταῖς ἀπάταις7 αὐτῶν συνευωχούμενοι ὑμῖν,h 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος8 καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα·i 15 * καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ9, ὃς μισθὸν ἀδικίας ἠγάπησεν 16 * ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προφήτου παραφρονίαν.k
17 * Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὁμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως10 ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 * ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ δεδούλωται.l 20 * εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου [ἡμῶν] καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ11, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 * κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 * συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας,
Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα,
καί,
Ὗς λουσαμένη εἰς κυλισμὸν βορβόρου.m
3
The Promise of the Lord's Coming
1 Ταύτην ἤδη, ἀγαπητοί, δευτέραν ὑμῖν γράφω ἐπιστολήν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν 2 * μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν καὶ τῆς τῶν ἀποστόλων ὑμῶν ἐντολῆς τοῦ κυρίου καὶ σωτῆρος,a 3 * τοῦτο πρῶτον γινώσκοντες ὅτι ἐλεύσονται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν [ἐν] ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι 4 καὶ λέγοντες, Ποῦ ἐστιν ἡ ἐπαγγελία τῆς παρουσίας αὐτοῦ; ἀφ᾽ ἧς γὰρ οἱ πατέρες ἐκοιμήθησαν, πάντα οὕτως διαμένει ἀπ᾽ ἀρχῆς κτίσεως.b 5 * λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας ὅτι οὐρανοὶ ἦσαν ἔκπαλαι καὶ γῆ ἐξ ὕδατος καὶ δι᾽ ὕδατος συνεστῶσα τῷ τοῦ θεοῦ λόγῳ, 6 * δι᾽ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· 7 οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν πυρὶ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀνθρώπων.c
8 * Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς, ἀγαπητοί, ὅτι μία ἡμέρα παρὰ κυρίῳ ὡς χίλια ἔτη καὶ χίλια ἔτη ὡς ἡμέρα μία. 9 * οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ εἰς ὑμᾶς1, μὴ βουλόμενός τινας ἀπολέσθαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι.d 10 * Ἥξει δὲ ἡμέρα κυρίου ὡς κλέπτης, ἐν ᾗ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται στοιχεῖα δὲ καυσούμενα λυθήσεται καὶ γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα εὑρεθήσεται2.e 11 τούτων οὕτως3 πάντων λυομένων ποταποὺς δεῖ ὑπάρχειν [ὑμᾶς]4 ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις, 12 προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ θεοῦ ἡμέρας δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται. 13 * καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.f
14 Διό, ἀγαπητοί, ταῦτα προσδοκῶντες σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνῃ 15 * καὶ τὴν τοῦ κυρίου ἡμῶν μακροθυμίαν σωτηρίαν ἡγεῖσθε, καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν, 16 ὡς καὶ ἐν πάσαις ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων, ἐν αἷς ἐστιν δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν ὡς καὶ τὰς λοιπὰς γραφὰς πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.g 17 * Ὑμεῖς οὖν, ἀγαπητοί, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ, 18 αὐξάνετε δὲ ἐν χάριτι καὶ γνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. [ἀμήν.]5

11 {B} Συμεών א A 0209vid 322 323 436 945 1175 1409 1505 1735 1739 1852 1881* 2298 2344 Byz [K L P] Lect vgst arm geo // Σίμων P72 B Ψ 81 1067 1241 1243 1292 1611 1881c 2138 2464 l 147 l 590 l 592 l 603 l 680 l 1364 lAD itar, z vgcl, ww copsa, bo eth slav
a1 P: RSV TEV FC NIV NRSV ‖
bP: RSV TEV NIV Lu REB NRSV
*2 χάρις … πληθυνθείη Jd 2
22 {A} τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν (P72 omit καί) B C Byz [K] l 883 l 884 l 1159 // τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν 81 436 1067 1409 2344 l 598 l 1365 itq vgcl copbomss Augustine // τοῦ θεοῦ καὶ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν א A L (0209 θεοῦ ἡμῶν) 33vid 322 323 945 (1241 ὑμῶν for ἡμῶν) 1735 1739 2298 Lect (l 592 add κυρίου after καί too; l 921 καὶ κυρίου Ἰησοῦ Χριστοῦ) vgms syrpal copbo arm (eth) (slav) // τοῦ θεοῦ καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν (see 1.1) 1881 l 596 // τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 1292 1505 1611 2138 itar vgmss syrph, h geo Speculum // τοῦ θεοῦ ἡμῶν 1243 l 422 // τοῦ κυρίου ἡμῶν P Ψ 1175 1852 2464 itz vgww, st (copsa)
c2 NO P: WH // P: AD NA M NRSV
*3 τοῦ … ἀρετῇ 1 Pe 2.9
33 {B} ἰδίᾳ δόξῃ καὶ ἀρετῇ א A C P Ψ 33 81 436 945 1067 1241 1243 1292 1409 1505 1735 1739 1852 1881 2138 2298 2344 l 596 l 884 itar, h, q vg syrph, h, pal copsa, bo arm eth geo (slav) Didymusdub; (Speculum) // διὰ δόξης καὶ ἀρετῆς P72 B (0209vid omit καὶ ἀρετῆς) 322 323 1175 1611 2464 Byz [K L] Lect (itz)
44 {B} τῆς ἐν τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς A B itar, h, z vg Speculum // τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς 0209 436 1067 1409 1735 2344 Byz [K L] Lect (l 592 l 598 l 1154 omit ἐν) // τῆς ἐν κόσμῳ ἐπιθυμίας καὶ φθορᾶς C (P omit ἐπιθυμίας) Ψ (81 omit καί) 322 323 945 1175 1241 1243 (1292 τάς for τῆς) (1505 1611 1852 τῷ κόσμῳ) 1739 1881 2138 2298 2464 syrh, pal arm geo slav // τὴν ἐν τῷ κόσμῳ ἐπιθυμίαν φθορᾶς (P72 φθοράν) א copsa, bo (eth) Jerome
d4 SP: NA // P: NIV REB
55 {B} αὐτὸ τοῦτο δέ P72 B C* 0209 1175 Byz [K L P] Lect // αὐτὸ τοῦτο 1243 2298 l 1441 // αὐτὸ δὲ τοῦτο א C2 Ψ 33 81 322 323 436 945 1241 1292 1409 1505 1611 1739 (1852) 1881 2138 2344 2464 l 596 l 617 l 883 l 884 l 1159 l 1356 syrph, h // αὐτοὶ δέ A (1067 αὐτοὶ δὲ τοῦτο) 1735 itar, z vg syrpal Speculum
*6-7 Ga 5.22-23
e7 P: VP REB
f9 P: TEV FC NIV
610 {A} σπουδάσατε βεβαίαν … ποιεῖσθαι P72 B C 0209 322 323 945 1241 1739 1881 2298 2344 Byz [K L P] Lect Ambrose // σπουδάσατε ἵνα διὰ τῶν καλῶν ἔργων βεβαίαν … ποιῆσθε (or by itacism ποιεῖσθε) א (A ὑμῶν ἔργων) Ψ 81 436 1067 (1175) 1292 1409 1505 1611 (1735 ἔργων ὑμῶν) 1852 2138 2464 l 60 l 13651/2 itar, (t), z vg syr(ph), h, pal copsa, bo arm (eth) geo // σπουδάσατε διὰ τῶν καλῶν ἔργων βεβαίαν … ποιεῖσθαι l 596 slav // σπουδάσατε βεβαίαν εἰ ὑμῶν τὴν ἐκλογὴν ποιεῖσθε 1243
610 {A} σπουδάσατε βεβαίαν … ποιεῖσθαι P72 B C 0209 322 323 945 1241 1739 1881 2298 2344 Byz [K L P] Lect Ambrose // σπουδάσατε ἵνα διὰ τῶν καλῶν ἔργων βεβαίαν … ποιῆσθε (or by itacism ποιεῖσθε) א (A ὑμῶν ἔργων) Ψ 81 436 1067 (1175) 1292 1409 1505 1611 (1735 ἔργων ὑμῶν) 1852 2138 2464 l 60 l 13651/2 itar, (t), z vg syr(ph), h, pal copsa, bo arm (eth) geo // σπουδάσατε διὰ τῶν καλῶν ἔργων βεβαίαν … ποιεῖσθαι l 596 slav // σπουδάσατε βεβαίαν εἰ ὑμῶν τὴν ἐκλογὴν ποιεῖσθε 1243
g11 S: NIV NJB TOB
*12 μελλήσω … εἰδότας Jd 5
*14 ἡ ἀπόθεσις … μου 2 Cor 5.1 καθὼς … ἐδήλωσέν μοι Jn 21.18-19
h15 NO P: WH AD // P: TR NA M RSV Seg NIV NJB TOB REB NRSV
*17-18 Mt 17.1-5; Mk 9.2-7; Lk 9.28-35
717 {B} ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν P72 B // οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός (see Mt 3.17; 17.5) א A C1 Ψ 0209 33 81 322 323 436 945 1067 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L] Lect itar, h, z vg syrph, h copsamss, bo arm eth geo slav Augustine // οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς οὗτός ἐστιν (C*vid omit ὁ ἀγαπητός) P 1175
i18 P: TEV FC NIV VP Lu TOB REB NRSV // S: NJB
k19 P: TOB // S: REB
*21 ὑπὸ … ἄνθρωποι 2 Tm 3.16; 1 Pe 1.11
821 {A} ἀπὸ θεοῦ P72 B P 322 323 945 1175 1241 1243 1292 1505 1739 1852 1881 2138 2298 l 596 vgms syrh (copbo) arm Augustine3/4 Quodvultdeus Varimadum // ἀπὸ θεοῦ ἅγιοι C (81 ἅγιοι ἀπὸ θεοῦ) eth Didymusdub // ἅγιοι θεοῦ א (A τοῦ θεοῦ) Ψ 33 436 1067 1409 1611 1735 2344 2464 Byz [K L] Lect (l 422 ἄνθρωποι before ἅγιοι; l 592 τοῦ θεοῦ) itar, h, z vg syrph copsamss, (samss) geo slav
l21 P: AD M RSV NRSV
*1 ἐν ὑμῖν … ψευδοδιδάσκαλοι Mt 24.11 τὸν … ἀρνούμενοι Jd 4
*2 δι᾽ … βλασφημηθήσεται Is 52.5
*3 ἐν … ἐμπορεύσονται Ro 16.18; 1 Th 2.5
a2.3 P: REB ‖
bNO P: TR WH AD Lu TOB REB // S: NJB
*4 Jd 6
14 {C} σειραῖς P72 Ψ 33 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect it(ar), (h), z vg syrph, h copbo arm geo slav Didymusdub Cyril // σιροῖς א A B C 81 (ith) vgmss copsa Augustine Quodvultdeus Fulgentius Cassiodorus
*5 ὄγδοον … ἐφύλαξεν Gn 8.18 κατακλυσμὸν … ἐπάξας 2 Pe 3.6
*6 πόλεις … κατέκρινεν Gn 19.24; Jd 7
26 {C} καταστροφῇ κατέκρινεν א A C2 Ψ 33 81 436 1067 1292 1409 1505 1611 1735 2138 2298 2344 2464 Byz [K L] Lect itar, h, z vg syrph, h copsa arm eth geo slav // κατέπρησεν P72mg (gloss on τεφρώσας καταστροφῇ?) // κατέκρινεν P72txt B C* 322 323 945 1175 1241 1243 1739 1881 l 596 copbo // κατέστρεψεν P 1852
36 {C} ἀσεβέσιν P72 B P 1175 1243 1292 1505 1852 2138 syrph, h (copsa, bo) arm eth geo // ἀσεβεῖν א A C Ψ 33 81 322 323 436 945 1067 1241 1409 1611 1735 1739 1881 2298 2344 2464 Byz [K L] Lect itar, h, z vg slav // ἀσεβεῖ 451 // omit 326
*7 Gn 19.1-16
c7 P: VP
*9 οἶδεν … ῥύεσθαι 1 Cor 10.13 ἀδίκους … τηρεῖν Jd 6
d9 P: REB
*10 Jd 7-8
e10 NO P: TR WH AD M VP Lu TOB REB // SP: NA // S: NJB
*11 Jd 9
411 {C} παρὰ κυρίου P72 1241 l 593 vgmss syrph, h with * // παρὰ κυρίῳ א B C 322 323 945 1175 1243 1292 1739 1852 2298 Byz [K L P] Lect // κυρίου vgmss Speculum // omit A Ψ 33 81 436 1067 1409 1505 1611 1735 1881 2138 2344 2464 l 596 itar, z vg copsa, bo eth
f11 P: NA VP Lu REB
*12 Jd 10
g12 P: NIV
*13 σπίλοι … ὑμῖν Jd 12
513 {B} ἀδικούμενοι P72 א* B P Ψ 1175 1243 1852 (syrph) (arm) // κομιούμενοι א2 A C 81 322 323 436 945 1067 1241 1292 1409 1505 1611 1735 1739 1881 2138 2298 2344 2464 Byz [K L] Lect itar, z vg syrh copsa, bo (eth) geo slav Jerome Speculum
613 {A} τρυφήν א A B C Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [L P] Lect itar, z vg syrph, h copsa, bo arm eth Jerome Speculum // τρυφῆς P72 (geo) // τροφήν K slav
713 {B} ἀπάταις P72 א A* C 33 81 436 1067 1175 1292 1409 1505 1735 1852 2138 2298 2344 Byz [K L P] Lect syrh copsamss, bo arm slav // ἀγάπαις (see Jd 12) Ac B Ψ 1243 1611 2464 itar, z vg syrph, hmg copsams eth geo Ps-Cyprian Speculum // ἀγνοίαις 322 323 945 (1241 ἁγνείαις [sic]) 1739 1881
h13 P: M VP REB
814 {A} μοιχαλίδος P72 B C 81 322 323 945 1175 1241 1243 1292 1505 1611 1735 1739 1852 1881 2138 2298 2464 Byz [K L P] Lect // μοιχαλίας א A 33 436 1067 1409 l 596 // μοιχείας Ψ 2344 eth geo slav
i14 SP: NA
*15 ἐξακολουθήσαντες … ἠγάπησεν Nu 22.7; Jd 11; Re 2.14
915 {A} Βοσόρ P72 א2 Ac (A* illegible) C Ψ 048 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect itar, z vg syrh copbopt (eth) geo slav // Βεώρ (see Nu 22.5) B vgmss syrph copsamss arm Augustine // Βεωορσορ (but omit following ὅς) א*
*16 Nu 22.28
k16 NO P: TR WH AD M TOB // SP: NA
*17 οἷς … τετήρηται Jd 13
1018 {A} ὀλίγως P72 א2 A B Ψ 33 436 1067 1409 (1292v.r. 1505 2344 ὀλίγον) 2464* itar, z vg syrph, h copsa, bo eth geo Jerome Augustine // ὄντως א* C 048vid 81 322 323 945 1175 1243 1292txt 1611 1735 1739 1852 2298 2464c Byz [K L P] Lect arm slav // ὄντως ὀλίγον 2138 // ὄντας 1241 1881 l 884
*19 ᾧ … δεδούλωται Jn 8.34
l19 P: Seg
*20 γέγονεν … πρώτων Mt 12.45
1120 {C} κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ P72 א A C P Ψ 048vid 81 322 323 436 945 1067 1175 1243 1292 1409 1505 1611 1735 1739 1852 2138 2298 2344 2464 itar vg syrh arm (eth) geo slav Pelagius Augustine // κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (1241 ὑμῶν for ἡμῶν) l 1441 // κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ B Byz [K] Lect (l 593 omit ἡμῶν and Χριστοῦ too) itz vgmss // κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ L 1881 copbo // κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν (l 596 omit second ἡμῶν) vgmss syrph copsa
*21 Lk 12.47-48
*22 Κύων … ἐξέραμα Pr 26.11
m22 P: AD NA M
*2 Jd 17
a2 P: NIV VP REB // S: NJB
*3 ἐλεύσονται … αὐτῶν Jd 18
b4 SP: NA // P: S REB
*5 οὐρανοὶ … λόγῳ Gn 1.6-9
*6 Gn 7.11-21; 2 Pe 2.5
c7 NO P: TR AD TOB // SP: WH
*8 μία … μία Ps 90.4
*9 οὐ … ἡγοῦνται Hab 2.3 μὴ … χωρῆσαι 1 Tm 2.4
19 {A} εἰς ὑμᾶς P72 B C P 048vid 0156 81 322 323 945 1175 1241 1243 1735 1739 1881 2298 2344 l 592 l 921 l 1154 l 1441 copbo arm geo // εἰς ἡμᾶς Byz [K L] Lect (l 1178 omit εἰς) slav // δι᾽ ὑμᾶς א A Ψ 33 436 1067 1292 1409 1505 1611 1852 2464 itar, t, z vg syrph, h copsa, bomss Pelagius Augustine Speculum
d9 P: NA TEV FC NIV VP REB
*10 Ἥξει … κλέπτης Mt 24.43-44; Lk 12.39-40; 1 Th 5.2, 4; Re 3.3; 16.15
210 {D} εὑρεθήσεται א B K P 0156vid 322 323 1175 1241 1739txt 1852 1881 syrph, hmg arm // οὐχ εὑρεθήσεται copsa // εὑρεθήσεται λυόμενα P72 // κατακαήσεται A 048 33 81vid 436 945 1067 (1243 1735 κατακαήσονται) 1292 1409 1505 1611 1739v.r. 2138 2298 2344 (2464 καήσονται) Byz [L] Lect itar vgcl syrh, pal copbo eth geo slav (Cyril); Augustine // ἀφανισθήσονται C // omit Speculum // omit καὶ γῆ … εὑρεθήσεται Ψ itz vgww, st Jeromevid Pelagius
e10 P: RSV Seg NIV VP Lu REB NRSV // S: NJB
311 {B} τούτων οὕτως (P72, but πάντως for πάντων) P74 vid B 322 323 945 1241 1243 1292 1505 1611 1739 1852 1881 2138 2298 syrh (arm) // τούτων οὖν א A Ψ 048 33 436 1067 1409 1735 2344 Byz [K L] Lect itar, z vg syrph, hmg, pal copbo slav Pelagius Augustine // τούτων οὖν οὕτως 81 copsa // τούτων δὲ οὕτως C P 1175 (2464 Cyril omit οὕτως) // omit Speculum
411 {C} ὑμᾶς P72c א2 A C Ψ 048vid 33 81 322 323 436 945 1067 1241 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 Byz [K L P] Lectpt, AD (l 6801/2) itar, z vg syrph, h, pal copsa arm eth geo slav Augustine // ἡμᾶς א* 2464 Lectpt (l 6801/2) Cyril; Firmicus Pelagius Julian-Eclanum // ἑαυτούς after παρέχειν for ὑπάρχειν 1243 // omit P72*, 74 B 1175 vgms Speculum
*13 καινοὺς … αὐτοῦ Is 65.17; 66.22; Re 21.1 ἐν … κατοικεῖ Is 60.21; 1 Cor 6.9-10; Re 21.27; 22.15
f13 NO P: TR NJB // SP: WH // S: Lu TOB
*15 τὴν τοῦ … ἡγεῖσθε Ro 2.4; 2 Pe 3.9
g16 P: AD NA M TEV Seg FC NIV VP Lu REB
*17 Ὑμεῖς … συναπαχθέντες Mk 13.5 φυλάσσεσθε … στηριγμοῦ 1 Cor 10.12
518 {C} ἀμήν. P72 א A C Ψ 33 81 322 323 436 945 1067 1292 1409 1505 1611 1735 1739c 1852 2138 2344 2464 Byz [K L P] Lect itar vg syrph, h, pal copsa, bo arm eth slav // omit B 1175 1241 1243 1739* 1881 2298 itz geo Augustine Fulgentius Bede