1TI 1TIGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α
1
Salutation
1 * Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν1 θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶνa 2 * Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει,b χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.c
Warning agaisnt False Doctrine
3 * Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν 4 * μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις2 παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν3 θεοῦ τὴν ἐν πίστει.d 5 * τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, 6 * ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν 7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.e
8 * Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, 9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις 10 * πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.f
Thankfulness for Mercy
12 * Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν 13 * τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν, ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.g 15 * πιστὸς4 ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον.h 17 *i τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ5 μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.k
18 * Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν, 20 * ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.l
2
Instructions concerning Prayer
1 * Παρακαλῶ1 οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις προσευχὰς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 * τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, 4 * ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.a 5 *b εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 * ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων,c τὸ μαρτύριον καιροῖς ἰδίοις. 7 * εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω2 οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.d
8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.e 9 * ὡσαύτως [καὶ] γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 * ἀλλ᾽ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾽ ἔργων ἀγαθῶν.f 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 * διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ᾽ εἶναι ἐν ἡσυχίᾳ. 13 * Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα. 14 * καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν· 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης·g
3
1 πιστὸς1 ὁ λόγος.a
Qualifications of Bischops
Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. 2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν, 3 μὴ πάροινον μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ ἄμαχον ἀφιλάργυρον, 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος ( 5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται;), 6 μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. 7 ** δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.b
Qualifications of Deacons
8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, 9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. 10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.c 11 * γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν.d 12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.e
The Mystery of Our Religion
14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει·f 15 * ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.g 16 * καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον·
h Ὃς2 ἐφανερώθη ἐν σαρκί,
ἐδικαιώθη ἐν πνεύματι,
ὤφθη ἀγγέλοις,
ἐκηρύχθη ἐν ἔθνεσιν,
ἐπιστεύθη ἐν κόσμῳ,
ἀνελήμφθη ἐν δόξῃ.i
4
Prediction of Apostasy
1 * Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 * κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 * ὅτι πᾶν κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.a
A Good Minister of Christ Jesus
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·b 7 * τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ.c γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν· 8 *d ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.e 9 * πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·f 10 *g εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα1,h ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπωνi μάλιστα πιστῶν.k
11 Παράγγελλε ταῦτα καὶ δίδασκε.l 12 * μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.m 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ. 14 * μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.n 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.o 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.p
5
Duties toward Others
1 * Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, 2 πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ.a
3 Χήρας τίμα τὰς ὄντως χήρας. 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ. 5 * ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας, 6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. 7 καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίλημπτοι ὦσιν. 8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων.b 9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, 10 * ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν.c 11 νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν 12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· 13 * ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα.d 14 * βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· 15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.e 16 εἴ τις πιστὴ1 ἔχει χήρας, ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ.f
17 * Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. 18 * λέγει γὰρ ἡ γραφή, Βοῦν ἀλοῶντα οὐ φιμώσεις, καί, Ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ2 αὐτοῦ.g 19 * κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.h 20 * τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.i 21 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.k 22 * Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει.l 23 Μηκέτι ὑδροπότει, ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας.m
24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν, τισὶν δὲ καὶ ἐπακολουθοῦσιν· 25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.n
6
1 * Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. 2 * οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.a
False Teaching and True Wealth
Ταῦτα δίδασκε καὶ παρακάλει.b 3 * εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾽ εὐσέβειαν διδασκαλίᾳ, 4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι, ὑπόνοιαι πονηραί, 5 * διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν1.c 6 * ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· 7 *d οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι2 οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· 8 * ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. 9 * οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα3 καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.e
The Good Fight of Faith
11 *f Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν, ἀγάπην ὑπομονὴν πραϋπαθίαν. 12 * ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων. 13 * παραγγέλλω [σοι]4 ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 *g ἣν καιροῖς ἰδίοις δείξειh ὁ μακάριος καὶ μόνος δυνάστης,i ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, 16 * ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται· ᾧ τιμὴ καὶ κράτος αἰώνιον, ἀμήν.k
17 * Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾽ ἐπὶ θεῷ5 τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 * ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως6 ζωῆς.l
20 * Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21 * ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.m
Ἡ χάρις μεθ᾽ ὑμῶν.7

*1 Χριστοῦ … ἐλπίδος ἡμῶν Col 1.27
11 {A} ἐπιταγὴν A D F G I Ψ 075 0150 6 33 81 104 256 236 356 424 436 459 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar, b, d, f, g, mon, o vg syrsa, bo arm eth geo slav Basil Chrysostom Severian Theodoretlat Cyril; Ambrosiaster Ambrose Pelagius // ἐπαγγελίαν א
a1 P: RSV TEV NIV NRSV
*2 γνησίῳ … πίστει Tt 1.4
b2 P: RSV TEV NIV Lu REB ‖
c2 NO P: TR // P: WH AD NA M
*3 Καθὼς … Μακεδονίαν Ac 20.1
*4 μηδὲ προσέχειν μύθοις 1 Tm 4.7; Tt 1.14
24 {B} ἐκζητήσεις א A 0150 33 81 1175 1962 slav // ζητήσεις D F G Ψ 075 6 104 256 263 365 424 (436) 459 1241 1319 1573 1739 1852 1881 1912 2127 2200 Byz [K L P] Lect arm (geo) Irenaeus Chrysostom
34 {A} οἰκονομίαν א D2 F G Ψ 075 0150 0259 6 33 81 104 256 263 356 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar, b, d, f, g, mon, o vg syrh copsa, bo arm geo slav Chrysostom; Hilary Ambrosiaster Ambrose Rufinus Pelagius Augustine Speculum // οἰκοδομήν D* syrp, hmg Irenaeus Theodorelat; Zeno
d4 P: Seg VP REB
*5 τὸ δὲ … καρδίας Ro 13.10
*6 ἐξετράπησαν εἰς ματαιολογίαν 1 Tm 6.4, 20; Tt 1.10
e7 NO P: TR WH AD M Seg // SP: NA // S: NJB TOB
*8 καλὸς ὁ νόμος Ro 7.12, 16
*10 τῇ ὑγιαινούσῃ διδασκαλίᾳ 1 Tm 4.6; 6.3; 2 Tm 4.3; Tt 1.9; 2.1
f11 NO P: TR AD // SP: WH // P: NA M RSV Seg REB NRSV
*12 πιστόν … διακονίαν Ac 9.15; Ga 1.15-16
*13 τὸ … ὑβριστήν Ac 8.3; 9.1-2; 1 Cor 15.9; Ga 1.13
g14 P: NIV VP TOB REB
*15 Χριστὸς … σῶσαι Lk 15.2; 19.10
415 {A} πιστὸς א A D F G H Ψ 075 0150 0262 6 33 81 104 256 263 356 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar, d, f, g vg syrp, h copsa, bo arm eth geo slav Origen Gregory-Nyssa Didymus Chrysostom Theodore Cyril; Gaudentius Greek mssacc. to Jerome Jerome Pelagius Augustine4/7 // ἀνθρώπινος (see 3.1 mg) itb, mon, r Ambrosiaster Augustine3/7 Julian-Eclanum Varimadum
h16 P: TOB
*17 μόνῳ θεῷ Ro 16.27
i17 Traditional material (entire verse): TOB
517 {A} ἀφθάρτῳ ἀοράτῳ א D1 H Ψ 075 0150 6 33 81 104 256 236 356 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect (l 5931/2 omit ἀοράτῳ) syrp, h copsa, bo arm geo slav Letter of Hymenaeus Eusebius Ps-Athanasius Apollinaris Gregory-Nyssa Didymus Didymusdub Chrysostom Theodorelat Cyril // ἀθανάτῳ ἀοράτῳ D*, 2 itb, d, f, o vg syrhmg eth Tertullian Novatian Ambrosiaster (Priscillian) Pelagius Augustine5/16 // ἀφθάρτῳ, ἀοράτῳ, ἀθανάτῳ F G it(ar), g, (mon), (r) (Augustine11/16) (Quodvultdeus)
k17 NO P: TR // SP: WH // S: NJB TOB
*18 στρατεύῃ … στρατείαν 1 Tm 6.12; 2 Tm 4.7; Jd 3
*20 Ὑμέναιος 2 Tm 2.17 Ἀλέξανδρος 2 Tm 4.14 παρέδωκα τῷ Σατανᾷ 1 Cor 5.5
l20 P: WH AD M RSV NRSV
*2.1 Παρακαλῶ … εὐχαριστίας Eph 6.18; Php 4.6
11 {A} Παρακαλῶ א D2 H I Ψ 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 2127 2200 Byz [K L P] Lect it(ar), f, mon, r syrp, h copsa, bo arm eth geo slav Origen Asterius Chrysostom; Lucifer Ambrose Jerome Pelagius Augustine // Παρακάλει D* (F) (G) itb, d, g, (o) vgms Hilary Ambrosiaster Cassiodorus1/2
*τοῦ … θεοῦ 1 Tm 1.1; 4.10
*4 Eze 18.23; 2 Pe 3.9
a2.4 P: TOB
*εἷς γὰρ θεός Ro 3.29-30; 10.12 εἷς … Ἰησοῦς He 12.24
b5-6 Traditional material: NA NRSV
*6 ὁ δοὺς … πάντων Ga 1.4; 2.20; Tt 2.14
c6 P: TOB
*7 Ac 9.15; Ga 2.7-8; 1 Tm 1.11
27 {A} λέγω א2 A D* F G P Ψ 075 0150 6 81 104 263 424c 459 1175 1739 1881 1912 Lectpt itb, d, f, g, mon, r vg syrp, h copsa, bo eth geo1 Ps-Athanasius Chrysostom Theodorelat; Ambrosiaster Ambrose // λέγω ἐν Χριστῷ (see Ro 9.1) א* D1 H 33vid 256 356 424* (436) 1241 (1319 Χριστῷ Ἰησοῦ) 1573 1852 2127 Byz [K L] Lectpt, AD itar, (o) vgmss arm geo2 slav
d7 NO P: TR AD M // SP: WH // S: Lu TOB
e8 SP: NA // P: FC NIV TOB // S: Seg NJB
*9 1 Pe 3.3-5
*10 1 Tm 5.10
f10 SP: NA // P: NIV TOB
*11-12 1 Cor 14.34
*13 Gn 1.27; 2.7, 22; 1 Cor 11.8-9
*14 Gn 3.6, 13; 2 Cor 11.3
g15 P: AD NAmg M RSV REB NRSV // S: TR TEV Seg FC NIV VP Lu NJB TOB
11 {A} πιστὸς א A D2 F G Ψ 075 0150 6 33 81 104 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar, f, gv.r., o vg syrp, h copsa, bo arm eth geo slav Chrysostom Theodorelat; Jerome Niceta Pelagius // ἀνθρώπινος (see 1.15 mg) D* itb, d, gtxt, mon Ambrosiaster Speculum Sedulius-Scottus // omit πιστός ὁ λόγος 256
a3.1 NO P: TR AD M RSV TEV Seg FC NIV VP Lu NJB TOB REB NRSV // SP: WH // P: NA
*2-7 Tt 1.6-9
*7 δεῖ … ἔξωθεν 2 Cor 8.21
b7 NO P: TR WH AD // P: NA M RSV Seg NIV REB NRSV
c10 SP: NA // P: NIV TOB
*11 μὴ διαβόλους Tt 2.3
d11 P: NIV TOB
e13 NO P: TR // SP: WH // P: AD NA M RSV Seg NIV REB NRSV
f14 P: TOB
*15 ἥτις … ζῶντος Eph 2.19-22
g15 P: TOB // S: TR
*16 Ὃς … σαρκί Jn 1.14 ἀνελήμφθη ἐν δόξῃ Mk 16.19; Ac 1.9
h16 Not traditional material: TR AD ‖
216 {A} ὃς א* A* C* F G 33 (256 l 597 ὃ θεός) 365 1175 2127 l 60 eth Origenlat Didymus Epiphanius Theodorelat Cyril; Jerome // D* (061) itar, b, d, f, g, mon, o vg Severian Theodotus-Ancyra; Victorinus-Rome Hilary Ambrosiaster Pelagius Augustine Quodvultdeus Varimadum // θεός א2 Ac C2 D2 Ψ 075 0150 6 81 104 263 424 436 459 1241 1319 1573 1739 1852 1881 1912 1962 2200 Byz [K L P] Lect vgms geo2 slav Ps-Dionysius Apollinaris Diodore Gregory-Nyssa Didymusdub Chrysostom Theodoret
i16 NO P: TR // P: WH AD M RSV NRSV
*4.1 ἐν ὑστέροις καιροῖς 2 Tm 3.1; 2 Pe 3.3; 1 Jn 2.18; Jd 18
*3 βρωμάτων … μετάλημψιν Gn 9.3 μετάλημψιν μετὰ εὐχαριστίας Ro 14.6; 1 Cor 10.30-31
*4 πᾶν … καλόν Gn 1.31; Ac 10.15
a4.5 NO P: TR NJB // SP: WH // P: AD NA M RSV Seg NIV TOB REB NRSV
b6 P: VP
*7 1 Tm 1.4; 6.20; 2 Tm 2.16; Tt 1.14
c7 SP: NA // S: TOB
*8 ἡ δὲ εὐσέβεια … ἐστιν 1 Tm 6.6
d8 Quotation marks: REBmg
e8 End quotation: REBmg // Semicolon: (FC) (VP) NJB (REBmg) // P: NIV TOB
*9 1 Tm 1.15
f9 Period: TR RSV TEV FC VP Lu NJB REBmg NRSV
*10 θεῷ … ἀνθρώπων 1 Tm 2.3-4
g10 Parens: NIV ‖
119 {C} ἀγωνιζόμεθα א* A C F G K Ψ 075 33 104 459 1175 1912 l 60 l 596 l 599 // ὀνειδιζόμεθα א2 D 0150 0241 6 81 256 263 365 424 436 1241 1319 1573 1739 1852 (1881) 1962 2127 2200 Byz [L (P ὀνειδιζώμεθα) Lect (l 591 l 1356 ὀνειδιζώμεθα) itar, b, d, f, g, mon, o vg syrp, h copsa, bo arm eth geo slav Chrysostom Theodorelat; Pelagius Paulinus-Nola
h10 Parens: NIV ‖
i10 End quotation: REB ‖
k10 NO P: TR Lu NJB TOB // S: NA
l11 P: Lu NJB // S: TOB
*12 μηδείς … καταφρονείτω Tt 2.15
m12 P: Seg
*14 2 Tm 1.6 μετὰ … πρεσβυτερίου Ac 6.6; 8.17; 1 Tm 5.22
n14 P: NIV VP REB
o15 P: TOB
p16 P: WH AD NA M RSV
*5.1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς Lv 19.32
a5.2 NO P: TR WH AD M // S: Lu NJB TOB
*5 ἡ δὲ … θεὸν Jr 49.11 προσμένει … ἡμέρας Lk 2.37; 18.7
b8 P: NA M RSV TEV FC NIV VP Lu NJB TOB REB NRSV
*10 εἰ ἐξενοδόχησεν He 13.2 εἰ ἁγίων πόδας ἔνιψεν Jn 13.14
c10 P: TEV FC NIV VP REB
*13 ἀργαὶ … περίεργοι 2 Th 3.11
d13 SP: NA
*14 βούλομαι … γαμεῖν 1 Cor 7.9
e15 P: NIV VP REB
116 {B} πιστή א A C F G P 048 33 81 263 1739 1881 itmon vgww, st copsa, bo Athanasius; Pelagius // πιστός itf vgcl eth Theodorelat; Ambrose1/2 Augustine // πιστὸς ἢ πιστὴ D Ψ 075 0150 6 104 256 365 424 436 459 1175 1241 1319 1573 1852 1912 1962 2127 2200 Byz [K L] Lect itar, b, d, o vgmss syrp, h slav Chrysostom; Ambrosiaster Ambrose1/2 // πιστάς itg vgmss
f16 SP: WH // S: Lu NJB TOB
*17 Οἱ … ἀξιούσθωσαν 1 Cor 16.18; Php 2.29
*18 Βοῦν … φιμώσεις Dt 25.4; 1 Cor 9.9) Ἄξιος … αὐτοῦ Mt 10.10; Lk 10.7
218 {A} τοῦ μισθοῦ א1 A C D F G I Ψ 048 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1825 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itb, d, f, g, o, r vg syrp, h copsa, bo arm eth geo slav Apostolic Canons Apostolic Constitutions Chrysostom Theodorelat; Tertullian Ambrosiaster Jerome // τῆς τροφῆς (see Mt 10.10) א* (itar) Clement
g18 P: VP TOB REB
*19 κατηγορίαν … μαρτύρων Dt 17.6; 19.15; Mt 18.16; 2 Cor 13.1
h19 P: VP TOB
*20 τοὺς … ἔλεγχε Ga 2.14; Eph 5.11
i20 SP: NA // P: TEV FC NIV VP
k21 P: NIV TOB
*22 Χεῖρας … ἐπιτίθει 1 Tm 4.14
l22 P: NA RSV TEV FC NIV VP NJB TOB REB NRSV
m23 NO P: TR WH AD NA M Seg FC
n25 SP: WH // S: TR Lu NJB TOB
*6.1 Eph 6.5; Tt 2.9-10
*2 ἀλλὰ … ἀγαπητοὶ Phm 16
a6.2 NO P: TR AD M NIV // P: WH RSV
b2 P: M // S: NIV
*3 εἴ … Χριστοῦ Ga 1.6-9; 2 Tm 1.13
*5 διεφθαρμένων … νοῦν 2 Tm 3.8 ἀπεστερημένων τῆς ἀληθείας 2 Tm 4.4; Tt 1.14
15 {A} εὐσέβειαν א A D* F G 048 6 33 81 424c 1175 1739 1881 itd, f, g, r copsa, bo geo1 Pelagius // εὐσέβειαν· ἀφίστασο ἀπὸ τῶν τοιούτων D2 Ψ 061 075 0150 104 256 263 365 424* 436 459 1241 1319 1573 1852 (1912) 1962 2127 2200 Byz [K L P] Lect itar, b, mon, o vgmss syrp, h arm eth geo2 slav Irenaeuslat Basil Chrysostom Theodorelat; Cyprian Ambrosiaster Lucifer Paulinus-Nola Speculum
c5 P: NA TEV FC
*6 ἔστιν … εὐσέβεια 1 Tm 4.8 μετὰ αὐταρκείας Php 4.11-12; He 13.5
*7 Ec 5.15; Job 1.21
d7-8 Traditional material: NA
27 {A} ὅτι א* A F G 048 061vid 33 81 1739 1881 itg, r Didymus Chrysostomms Theodorelat 1/2 // δῆλον ὅτι א2 D2 Ψ 075 (0150 δῆλον δέ) 6 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1852 1912 1962 2127 2200 Byz [K L P] Lect itf, mon vg syrp, h geo slav Evagrius Chrysostom Hesychius; Pelagius // ἀληθὲς ὅτι D* itar, b, d, o vgmss syrhmg Theodorelat 1/2; Ambrosiaster Speculum // omit copbopt Chrysostommss Cyril; Jerome
*Pr 30.8
*9 Pr 23.4; 28.22
39 {A} παγίδα א A D2 H Ψ 075 0150 6 81 104 256 263 365 424 436 459 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itr vgww, st syrh copsamss, bo arm geo Basil Chrysostom1/2 Cyril1/2; Ambrosiaster (Jerome1/4) Augustine6/7 Paulinus-Nola // παγίδας 33 1175 syrp copsamss slav (Apostolic Constitutions) Cyril1/2; Cyprian Ps-Cyprian Jerome1/4 Augustine1/7 // παγίδα τοῦ διαβόλου D* F G itar, b, d, f, g, o vgcl Hyperechius Chrysostom1/2 Hesychius Theodorelat; Ambrose Chromatius Jerome2/4 Pelagius Speculum
e10 NO P: TR // SP: WH // P: AD NA M RSV Seg Lu REB NRSV
*11 2 Tm 2.22
f11-12 Traditional material: NA
*12 ἀγωνίζου … πίστεως 1 Cor 9.25-26; 2 Tm 4.7
*13 Χριστοῦ … ὁμολογίαν Jn 18.36-37; 19.11
413 {C} σοι א2 A D H 075 0150 81 104 256 263 365 424 436 459 1175 1241 (1319 παραγγέλλωσιν [sic]) 1573 1852 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar, b, d, f, g, r vg syrp, h copsams, bo arm eth geo slav Athanasius Didymusdub Chrysostom Theodoret; Tertullian Pelagius Augustine2/3 Varimadum // omit א* F G Ψ 6 33 1739 itmon copsamss Theodorelat; Ambrosiaster Ambrose Augustine1/3
*15 βασιλεὺς τῶν βασιλευόντων Dt 10.17; 2 Macc 13.14; 3 Macc 5.35; Re 17.14 κύριος τῶν κυριευόντων Re 17.14
g15-16 Traditional material: NJB
h15 ὁ μακάριος – 16 Traditional material: TOB ‖
i15 ὁ βασιλεὺς – 16 Traditional material: NA
*16 φῶς οἰκῶν ἀπρόσιτον Ps 104.2 ὃν … δύναται Ex 33.20
k16 SP: WH // S: Lu NJB TOB
*17 παράγγελλε … ἀδηλότητι Ps 62.10; Lk 12.20
517 {A} ἐπὶ θεῷ א F G arm Origengr // ἐπὶ τῷ θεῷ A I P Ψ 075 0150 6 33 81 104 256 263 365 424c 459 1175 1739 1881 2127 l 596 it(f), g vgww, st (vgmss) (Origenlat) Basil Didymus; (Ambrose) Jerome1/2 Pelagius // ἐπὶ θεῷ ζῶντι D* (436 τῷ θεῷ τῷ) 1912 l 1441 // ἐν τῷ θεῷ ζῶντι D2 424* 1241 1573 1852 1962 2200 Byz [K L] Lect it(ar), b, d, mon, o vgcl syrp, h copboms eth geo slav Chrysostom Theodorelat; Ambrosiaster Chromatius Jerome1/2 (Ambrose) Augustine Quodvultdeus Speculum // omit ἀλλ᾽ ἐπὶ θεῷ 1319
*19 ἀποθησαυρίζοντας … μέλλον Mt 6.20
619 {A} ὄντως א A D* F G Ψ 0150 81 104 256 263 365 459 1739 1912 2127 l 1441 itar, b, d, f, g, mon, o arm eth geo1 Origenlat Basil; Ambrosiaster Chromatius Jerome Pelagius Augustine Speculum // αἰωνίου D2 075 6 424 436 1241 1319 1573 1852 1881 1962 2200 Byz [K L P] Lect vgms copboms geo2 slav Chrysostom Theodorelat // αἰωνίου ὄντως 1175
l19 NO P: TR // SP: WH // S: VP NJB TOB
*20 Ὦ … φύλαξον 2 Tm 1.14 ἐκτρεπόμενος … κενοφωνίας 1 Tm 4.7
*21 1 Tm 1.6; 2 Tm 2.18
m21 NO P: TR NJB
721 {A} ἡ χάρις μεθ᾽ ὑμῶν. א* A F G 33 81 itg1 copbomss // ἡ χάρις μετὰ σοῦ D* 048vid 1739* 1881 itar, b, d, gv.r. vgst armms Ambrosiaster Pelagius // ἡ χάρις μεθ᾽ ὑμῶν. ἀμήν. א2 P 0150 copbo geo1 // ἡ χάρις μετὰ σοῦ. ἀμήν. D2 Ψ 075 6 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739c 1852 1912 1962 2127 2200 Byz [K L] Lect itf, o vgcl, ww syrp, h copboms armms eth geo2 slav Theodorelat // omit copsa Chrysostom