1TH 1THGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α
1
Salutation
1 * Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεοςa τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ καὶ κυρίῳ Ἰησοῦ Χριστῷ,b χάρις ὑμῖν καὶ εἰρήνη1.c
The Thessalonians' Faith and Example
2 * Εὐχαριστοῦμεν τῷ θεῷ πάντοτε περὶ πάντων ὑμῶνd μνείαν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν,e ἀδιαλείπτωςf 3 * μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν,g 4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ [τοῦ] θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, 5 * ὅτι τὸ εὐαγγέλιον ἡμῶν2 οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ [ἐν] πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν [ἐν] ὑμῖν δι᾽ ὑμᾶς.h 6 * καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς πνεύματος ἁγίου, 7 * ὥστε γενέσθαι ὑμᾶς τύπον πᾶσιν τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ. 8 * ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ κυρίου οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ [ἐν τῇ] Ἀχαΐᾳ, ἀλλ᾽ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι. 9 * αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ 10 * καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ [τῶν] νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἐκ τῆς ὀργῆς τῆς ἐρχομένης.i
2
Paul's Ministry in Thessalonica
1 * Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοί, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς ὅτι οὐ κενὴ γέγονεν, 2 * ἀλλὰ προπαθόντες καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις ἐπαρρησιασάμεθα ἐν τῷ θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ ἐν πολλῷ ἀγῶνι. 3 ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης οὐδὲ ἐξ ἀκαθαρσίας οὐδὲ ἐν δόλῳ, 4 * ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ θεοῦ πιστευθῆναι τὸ εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες ἀλλὰ θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.a 5 * οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, θεὸς μάρτυς, 6 * οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν οὔτε ἀφ᾽ ὑμῶν οὔτε ἀπ᾽ ἄλλων,b 7 δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι.c ἀλλὰ ἐγενήθημεν νήπιοι1 ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, 8 οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ θεοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε.d 9 * μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ θεοῦ.e 10 ὑμεῖς μάρτυρες καὶ ὁ θεός, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, 11 καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ 12 * παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατεῖν ὑμᾶς ἀξίως τοῦ θεοῦ τοῦ καλοῦντος2 ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.f
13 * Καὶ διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων ἀλλὰ καθώς ἐστιν ἀληθῶς λόγον θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.g 14 * ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, 15 * τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας3 καὶ ἡμᾶς ἐκδιωξάντων καὶ θεῷ μὴ ἀρεσκόντων καὶ πᾶσιν ἀνθρώποις ἐναντίων, 16 * κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ᾽ αὐτοὺς ἡ ὀργὴ4 εἰς τέλος.h
Paul's Desire to Visit the Church Again
17 * Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ᾽ ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. 18 διότι ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. 19 * τίς γὰρ ἡμῶν ἐλπὶς ἢ χαρὰ ἢ στέφανος καυχήσεως – ἢ οὐχὶ καὶ ὑμεῖς – ἔμπροσθεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; 20 ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.i
3
1 * Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι 2 * καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ1, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν 3 * τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· 4 * καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. 5 * διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.a
6 * Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴνb πάντοτε,c ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, 7 * διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν διὰ τῆς ὑμῶν πίστεως, 8 ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ. 9 τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν, 10 νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;d
11 Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς· 12 ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, 13 * εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ, [ἀμήν].2e
4
A Life Pleasing to God
1 * Λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε1, ἵνα περισσεύητε μᾶλλον.a 2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ.b 3 * τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας, 4 * εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, 5 * μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν, 6 * τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα. 7 * οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλ᾽ ἐν ἁγιασμῷ. 8 * τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν [καὶ] διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.c
9 * Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους, 10 * καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς [τοὺς] ἐν ὅλῃ τῇ Μακεδονίᾳ.d παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλονe 11 * καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς [ἰδίαις]2 χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν, 12 * ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.f
The Lord's Coming
13 * Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. 14 * εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.g
15 * Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· 16 * ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ᾽ οὐρανοῦ καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, 17 * ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι3 ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. 18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.h
5
1 * Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, 2 * αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 3 * ὅταν λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.a 4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης1 καταλάβῃ· 5 * πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους· 6 ἄρα οὖν μὴ καθεύδωμεν ὡς οἱ λοιποὶ ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.b 7 οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8 * ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας· 9 * ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ 10 * τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 * Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.c
Final Exhortations and Greetings
12 * Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς 13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν.d εἰρηνεύετε ἐν ἑαυτοῖς.e 14 * παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.f 15 * ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε [καὶ] εἰς ἀλλήλους καὶ εἰς πάντας.g
16 *h Πάντοτε χαίρετε,i 17 * ἀδιαλείπτως προσεύχεσθε, 18 * ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.k 19 * τὸ πνεῦμα μὴ σβέννυτε, 20 * προφητείας μὴ ἐξουθενεῖτε,l 21 * πάντα δὲ δοκιμάζετε,m τὸ καλὸν κατέχετε, 22 * ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.n
23 * Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. 24 * πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.o
25 * Ἀδελφοί, προσεύχεσθε [καὶ]2 περὶ ἡμῶν.p
26 * Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.q 27 Ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν τοῖς ἀδελφοῖς3.r
28 Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾽ ὑμῶν.4

*1 Παῦλος … Χριστῷ 2 Th 1.1; Ac 17.1
a1 P: RSV TEV FC NIV NRSV ‖
bP: RSV TEV NIV Lu REB NRSV ‖
11 {A} εἰρήνη B F G Ψ 075 1739 1881 l 596 itar, b, f, g, o, r vg syrp, palms copsa, fay arm geo1 Origenlat Chrysostomcom Theodorelat; Ambrosiaster // εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ (see 2 Th 1.2) D 0150 256 263 1319 1573 2127 l 593 (itd omit πατρὸς) itmon vgmss Theodoretlem; (Pelagius omit καὶ εἰρήνη) // εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ (see 2 Th 1.2 mg) א A I 6 33 81 104 (365 436 transpose ἡμῶν after κυρίου) 424 459 1175 1241 1852 1912 1962 2200 2464vid Byz [K L P] Lect vgmss syrh with *, palms (copbo) (eth) geo2 slav Chrysostomlem
cP: TR WH (AD) NA M REB
*2 Php 1.3-4; Col 1.3; 2 Th 1.11
d2 C: TR M RSV (TEV) Seg FC NIV VP Lu NJB TOB REB NRSV ‖
eNO C: RSV TEV FC NJB ‖
fC: RSV TEV FC NJB
*3 ὑμῶν … ἐλπίδος 1 Cor 13.13; Col 1.4-5
g3 P: NIV NJB
*5 τὸ … δυνάμει 1 Cor 2.4-5; 4.20
25 {A} ἡμῶν A B D F G (Ψ) 075 0150 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 (1881) 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, b, d, f, g, mon, o, r vg syrp, h, pal copsa, bo, fay arm eth geo slav Origen Gregory-Nyssa Chrysostom Theodorelat; Ambrosiaster Pelagius // τοῦ θεοῦ אc C // τοῦ θεοῦ ἡμῶν א*
h5 SP: NA // P: VP REB
*6 ὑμεῖς … ἐγενήθητε 1 Cor 4.16; 2 Th 3.9 δεξάμενοι … πολλῇ Ac 17.5-9
*7 1 Pe 5.3
*8 ἐν παντὶ … ἐξελήλυθεν Ro 1.8
*9 ἐπεστρέψατε … ἀληθινῷ Ac 14.15
*10 ἀναμένειν … οὐρανῶν Tt 2.13 ὃν … νεκρῶν Ac 17.31 Ἰησοῦν … ἐρχομένης 1 Th 5.9
i10 P: TR WH AD M RSV NRSV
*2.1 1 Th 1.5, 9
*2 προπαθόντες … Φιλίπποις Ac 16.19-24 ἐπαρρησιασάμεθα … ἀγῶνι Ac 17.1-5
*4 δεδοκιμάσμεθα … εὐαγγέλιον 1 Tm 1.11 οὐχ … ἀρέσκοντες Ga 1.10 θεῷ … ἡμῶν Jr 11.20
a2.4 SP: NA // P: Seg
*5 ἐν λόγῳ … πλεονεξίας Ac 20.33; 2 Pe 2.3 θεὸς μάρτυς 1 Th 2.10
*6 ζητοῦντες … ἄλλων Jn 5.41, 44
b6 P: NIV
c7 P: NJB
17 {B} νήπιοι P65 א* B C* D* F G I Ψ* 0150 104* 263 459 1962 l 147 l 592 l 593 l 603c itar, b, d, f, g, mon, o vgcl, ww copsams, bo eth Origen(gr 1/3), lat; Ambrosiaster Jerome Pelagius Augustine // ἤπιοι אc A C2 D2 Ψc 075 6 33 81 104c 256 365 424 436 1241 1319 1573 1739 1852 1881 1912 2127 2200 2464 Byz [K L P] Lect vgst (syrp, h) copsamss, fay arm (geo) slav Clement Origen2/3 Basil Chrysostom Theodorelat
d8 SP: NA // P: RSV NRSV
*9 νυκτὸς … ὑμῶν Ac 20.34; 1 Cor 4.12
e9 P: TEV FC NIV VP REB
*12 τὸ … θεοῦ Eph 4.1; Php 1.27; 2 Th 1.5 τοῦ θεοῦ … δόξαν 1 Pe 5.10
212 {B} καλοῦντος B D F G H Ψ 075 (0150 παρακαλοῦντος) 6 33 81 256 263 365 424 436 1241 1319 1573 1739 1852 1881 1962 2127 2200 Byz [K L P] Lect itb, d, g, mon, o vgms syrhmg slav Chrysostomcom; Ambrosiaster // καλέσαντος א A 104 459 1912 2464 l 596 itar, f vg syrp, h copsa, bo, fay arm geo Basil Chrysostomlem Theodoretlem; Pelagius Augustine Speculum Varimadum
f12 NO P: TR AD // S: Lu NJB TOB
*13 ἡμεῖς … ἀδιαλείπτως 1 Th 1.2; 2 Th 2.13 ἐδέξασθε … θεοῦ Ga 1.11-12
g13 SP: NA
*14 τὰ … συμφυλετῶν Ac 17.5
*15 τῶν καὶ … προφήτας Ac 2.23; 7.52
315 {A} προφήτας א A B D* F G I P 0208 6 33 81 256 263 424c 436 1319 1573 1739 1881 1912 1962 2127 l 596 itar, b, d, f, g, mon, o vg copsa, bo, fay arm geo1 Origengr, lat Adamantius; Tertullian Ambrosiaster Pelagius // ἰδίους προφήτας D1 Ψ 075 0150 104 365 424* 459 1241 1852 2200 2464 Byz [K L] Lect syrp, h eth geo2 slav Marcionacc. to Tertullian Basil Chrysostom Theodorelat
*16 τὸ … ἁμαρτίας Gn 15.16; Mt 23.32-33
416 {A} ὀργή א A B Ψ 075 0150 0208 6 33 81 104 256 263 (365 1739 1881 transpose ἡ ὀργή after δέ) 424 436 459 1241 1319 1573 1852 1912 1962 2127 2200 2464 Byz [K L P] Lect syrp, h copsa, bo, fay arm eth geo slav Origengr, lat Eusebius Basil Didymus Chrysostom Theodorelat; Jerome2/5 // ὀργὴ τοῦ θεοῦ D F G it(ar), (b), d, (f), g, mon, o (vg) (Ambrosiaster) Priscillian Jerome3/5 (Pelagius)
h16 P: TR WH AD NA M RSV Lu NRSV
*17 περισσοτέρως … ἐπιθυμίᾳ 1 Th 3.10
*19 Php 2.16; 4.1; 2 Th 1.4
i20 NO P: TR // SP: WH // S: Lu NJB
*3.1 εὐδοκήσαμεν … μόνοι Ac 17.15
*2 Τιμόθεον … θεοῦ Ac 16.1-3
12 {B} καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ (B omit τοῦ θεοῦ) D* 33 itb, d, mon, o vgms Ambrosiaster Pelagius // καὶ διάκονον τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ א A P Ψ 6 81 263 424c 1241 1739 1881 1912 2464 l 596 itar vg (vgmss) copsa, bo, fay geo1 Basil Theodorelat; (Cassiodorus) // διάκονον καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ F G itf, g // καὶ διάκονον τοῦ θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ D2 075 0150 104 256 365 424* 436 459 (1319 omit ἐν) 1573 1852 (1962 καὶ συνεργὸν ἡμῶν before καὶ διάκονον) 2127 2200 Byz [K L] Lect syrp, h with * eth geo2 slav Chrysostom Theodoret
*3 τὸ … θλίψεσιν ταύταις Eph 3.13 αὐτοὶ … κείμεθα 2 Tm 3.12
*4 προελέγομεν … θλίβεσθαι Ac 14.22
*5 εἰς … πίστιν ὑμῶν Php 2.16
a5 NO P: TR WH AD // S: NIV NJB TOB
*6 ἐλθόντος … ὑμῶν Ac 18.5
b6 C: AD ‖
cNO C: TR WH AD
*7 2 Th 1.4
d10 NO P: TR AD Lu // SP: WH
*13 τὸ … ἁγιωσύνῃ Php 1.10 ἐν τῇ παρουσίᾳ … αὐτοῦ Zch 14.5; 2 Th 1.7, 10
213 {C} αὐτοῦ, ἀμήν. א*, 2 A D* 81 itar, d, mon, o vg (vgmss omit αὐτοῦ) copbo // αὐτοῦ. א1 B D2 F G Ψ 075 0150 6 33 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L] Lect itb, f, g, s vgmss syrp, h, pal copsa, bomss arm ethpp geo slav Basil Chrysostom Theodorelat Theodoret; Tertullian Ambrosiaster Pelagius
e13 P: WH AD M
*1 2 Th 3.6
11 {A} καθὼς καὶ περιπατεῖτε א A B D* F G 0183 (6vid 1241vid 1573 1739vid 1881vid because of homoioarcton περιπατεῖν … περιπατεῖτε) 33 81 104 256 263 365 459 1319 1912 1962 2127 2464vid it(ar), b, d, f, g, mon, o vg (vgmss) (syrh, pal) copsa, bo arm eth slav Ambrosiaster Pelagius // omit D2 Ψ 075 0150 424 (436, but ἵνα περιπατῆτε καί) 1175 1852 2200 Byz [K L] Lect syrp geo Chrysostom Theodorelat
a4.1 P: VP TOB
b2 SP: WH // P: NA NIV NJB
*3 τοῦτο … ἁγιασμὸς ὑμῶν 1 Th 5.23; He 10.10; 1 Pe 1.16
*4 1 Cor 6.13, 15
*5 τὰ … θεόν Ps 79.6; Jr 10.25
*6 ἔκδικος κύριος Ps 94.1; Sir 5.3
*7 2 Th 2.13-14; 1 Pe 1.15-16
*8 ὁ … θεόν Lk 10.16 τὸν θεὸν … ὑμᾶς Eze 36.27; 37.14; Ro 5.5; 2 Cor 1.22; Ga 4.6; 1 Jn 3.24
c8 SP: WH
*9 Jn 13.34 ὑμεῖς θεοδίδακτοί ἐστε Jr 31.33-34
*10 ποιεῖτε … Μακεδονίᾳ 2 Th 3.4
d10 SP: WH ‖
eP: NIV
*11 πράσσειν … ὑμῶν Eph 4.28; 2 Th 3.8, 12
211 {C} ἰδίαις א* A D1 33 81 424* 436 1241 1852 1962 2200 Byz [K L] Lect slav Basil Epiphanius // omit א2 B D* F G Ψ 075 0150 6 104 256 263 365 424c 459 1175 1319 1573 1739 1881 1912 2127 2464vid l 596 itar, b, d, f, g, mon, o vg syrh copsa, bo arm eth geo Chrysostom Theodorelat; Ambrosiaster Jerome Pelagius Speculum
*12 περιπατῆτε … ἔξω 1 Cor 5.12-13; Col 4.5
f12 P: WH AD NA M RSV
*13 οἱ λοιποὶ … ἐλπίδα Eph 2.12
*14 Ἰησοῦς … ἀνέστη Ro 14.9; 1 Cor 15.3-4, 12
g14 NO P: TR WH AD NA M RSV Seg NIV NJB TOB
*15 Τοῦτο … κυρίου 1 Cor 7.10, 25 οἱ ζῶντες … κυρίου 1 Cor 15.51
*16 ὁ κύριος … καταβήσεται ἀπ᾽ οὐρανοῦ 1 Th 1.10; 2 Th 1.7 οἱ νεκροὶ … πρῶτον 1 Cor 15.52
*17 σὺν κυρίῳ ἐσόμεθα Jn 12.26; 17.24
317 {A} οἱ περιλειπόμενοι P30 vid א A B D I Ψ 075 0150 0226 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itd, mon vg syr(p), h, pal copsa, bo arm eth geo slav Hippolytus Origengr, lat Eusebius Adamantius Cyril-Jerusalem Chrysostom Cyril7/8; Hilary Jerome Rufinus Pelagius1/2 Augustine6/7 // omit F G itar, b, f, g, o Cyril1/8; Tertullian Victorinus-Pettau Ambrosiaster Ambrose Pelagius1/2 Augustine1/7 Speculum
h18 S: TEV Seg Lu NJB TOB
*5.1 Mt 24.36
*2 ἡμέρα … ἔρχεται Mt 24.42-44; Lk 12.39-40; 2 Pe 3.10; Re 3.3; 16.15
*3 λέγωσιν … ἀσφάλεια Jr 6.14; 8.11; Eze 13.10 αἰφνίδιος … ὄλεθρος Mt 24.39; Lk 21.34-35 ὥσπερ … ἐχούσῃ Jn 16.21-22
a5.3 P: Seg NIV NJB
14 {A} κλέπτης א D F G Ψ 075 0150 0226vid 6 33 81 104 256 263 365 424 436 459 1175 1241 1319 1573 1739 1852 1881 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, b, d, f, g, mon, o vg syrp, h copsa, bopt arm eth geo slav Origenlat Epiphanius Chrysostom Theodorelat; Ambrosiaster Pelagius Augustine // κλέπτας A B copbopt
*5 Ro 13.12; Eph 5.9
b6 SP: NA
*8 ἐνδυσάμενοι … σωτηρίας Is 59.17; Wsd 5.18; Eph 6.14, 17
*9 1 Th 1.10; 2 Th 2.14
*10 Ro 14.8-9; 1 Th 4.14
*11 οἰκοδομεῖτε … ἕνα Jd 20
c11 P: WH AD M RSV NJB
*12 1 Cor 16.18; 1 Tm 5.17
d13 P: Seg NJB REB ‖
eSP: NA // P: TEV Seg FC VP TOB
*14 παρακαλοῦμεν … ἀτάκτους 2 Th 3.6, 11, 15
f14 P: Seg VP REB
*15 Pr 20.22; Ro 12.17; 1 Pe 3.9
g15 NO P: TR WH AD M RSV NJB REV
*16 Php 4.4
h16-22 Traditional material: NA
i16 P: Seg
*17 Lk 18.1; Ro 12.12; Col 4.2
*18 ἐν παντὶ εὐχαριστεῖτε Eph 5.20
k18 P: TEV Seg FC NIV VP NJB TOB REB
*19 Eph 4.30
*20 1 Cor 14.1, 39
l20 Semicolon: TR WH Seg NJB TOB // Period: AD M TEV FC NIV VP Lu
*21 πάντα δὲ δοκιμάζετε 1 Jn 4.1
m21 NO C: NJB // Semicolon: RSV REB NRSV // Colon: TEV FC TOB // Period: NIV
*22 Job 1.1, 8; 2.3
n22 NO P: TR AD // SP: WH // S: NJB
*23 ὁ θεὸς τῆς εἰρήνης Ro 15.33; 2 Th 3.16
*24 πιστὸς ὁ καλῶν ὑμᾶς 1 Cor 1.9; 2 Th 3.3
o24 S: VP
*25 2 Th 3.1
225 {C} καί P30 B D* 6 33 81 104 424c 436 459 1739 1881 1912 2464 l 596 l 1441 itb, d syrh, pal copsa arm geo Chrysostom Theodorelat; Ambrosiaster Augustine // omit א A D2 F G Ψ 075 0150 256 263 365 424* 1175 1241 1319 1573 1852 1962 2127 2200 Byz [K L P] Lect itar, f, g, mon, o vg syrp copbo eth slav
p25 NO P: TR NIV Lu TOB
*26 Ro 16.16; 1 Cor 16.20
q26 P: AD RSV TEV Seg FC VP TOB REB
327 {A} ἀδελφοῖς א B D F G 436 2464 itb, d, f, g, mon, o copsa geo1 slav Ambrosiaster Cassiodorus // ἁγίοις ἀδελφοῖς P46 vid א2 A Ψ 075 0150 6 33 81 104 256 263 365 424 459 1175 1241 1319 1573 1739 1881 1912 1962 2127 2200 Byz [K L P] Lect itar vg syrp, h, pal copbo arm (eth) geo2 Chrysostom Theodorelat; Pelagius
r27 NO P: TR Lu
428 {A} ὑμῶν. B D* F G 6 33 424c 1739* 1881 itb, d, f, g vgmss syrpal copsa Ambrosiaster Pelagius // ὑμῶν. ἀμήν. א A D2 Ψ 075 0150 81 104 256 263 365 424* 436 459 1175 1241 1319 1573 1739c 1912 1962 2127 2200 2464 Byz [K L P] Lect itar, mon, o vg syrp, h copbo arm eth geo slav Chrysostom Theodorelat // omit μεθ᾽ ὑμῶν l 921