1PE 1PEGNT4th13a.PTX ELISMAR 19-02-2008 GREEK NEW TESTAMENT WITH APPARATUS
UTF-8
ΠΕΤΡΟΥ Α
ΠΕΤΡΟΥ Α
1
Salutation
1 * Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, 2 * κατὰ πρόγνωσιν θεοῦ πατρὸς ἐν ἁγιασμῷ πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ,a χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.b
A Living Hope
3 *c Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5 * τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ.d 6 * ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον [ἐστὶν] λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, 7 * ἵνα τὸ δοκίμιον1 ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ·e 8 * ὃν οὐκ ἰδόντες2 ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ 9 * κομιζόμενοι τὸ τέλος τῆς πίστεως [ὑμῶν]3 σωτηρίαν ψυχῶν.f
10 * Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, 11 * ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας.g 12 * οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς [ἐν] πνεύματι4 ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.h
A Call to Holy Living
13 * Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντεςi τελείωςk ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.l 14 * ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, 16 * διότι γέγραπται [ὅτι] Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός [εἰμι].m
17 * Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, 18 n εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου 19 * ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, 20 * προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου τῶν χρόνων δι᾽ ὑμᾶς 21 * τοὺς δι᾽ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.o
22 * Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας5 εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ [καθαρᾶς] καρδίας6 ἀλλήλους ἀγαπήσατε ἐκτενῶς 23 * ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος. 24 διότι
πᾶσα σὰρξ ὡς χόρτος
καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου·
ἐξηράνθη ὁ χόρτος
καὶ τὸ ἄνθος ἐξέπεσεν·
25 * τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα.p
τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.q
2
The Living Stone and the Holy Nation
1 * Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, 2 * ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, 3 * εἰ1 ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.a 4 * πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον, 5 * καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸςb εἰς ἱεράτευμα ἅγιονc ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους [τῷ] θεῷ διὰ Ἰησοῦ Χριστοῦ.d 6 * διότι περιέχει ἐν γραφῇ,
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον
ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον
καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνθῇ.e
7 * ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν, ἀπιστοῦσιν δὲ
λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας
8 * καὶ
λίθος προσκόμματος
καὶ πέτρα σκανδάλου·f
οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες εἰς ὃ καὶ ἐτέθησαν.g
9 * Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
10 * οἵ ποτε οὐ λαὸς
νῦν δὲ λαὸς θεοῦ,
οἱ οὐκ ἠλεημένοι
νῦν δὲ ἐλεηθέντες.h
Live as Servants of God
11 * Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς· 12 * τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.i
13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι, 14 * εἴτε ἡγεμόσιν ὡς δι᾽ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν· 15 * ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν,k 16 * ὡς ἐλεύθεροι καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν ἀλλ᾽ ὡς θεοῦ δοῦλοι. 17 * πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.l
The Example of Christ's Suffering
18 * Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς. 19 τοῦτο γὰρ χάρις2 εἰ διὰ συνείδησιν θεοῦ3 ὑποφέρει τις λύπας πάσχων ἀδίκως. 20 * ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ᾽ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ.m 21 *n εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν4 ὑπὲρ ὑμῶν ὑμῖν5 ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ,
22 *o ὃς ἁμαρτίαν οὐκ ἐποίησεν
οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,
23 * ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· 24 * ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν, οὗ τῷ μώλωπι ἰάθητε. 25 * ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι6, ἀλλὰ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.p
3
Wives and Husbands
1 * Ὁμοίως [αἱ]1 γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, 2 ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. 3 * ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος 4 ἀλλ᾽ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές. 5 οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι εἰς θεὸν ἐκόσμουν ἑαυτὰς ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, 6 * ὡς Σάρρα ὑπήκουσεν τῷ Ἀβραάμ κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.a
7 * Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοις2 χάριτος ζωῆς3 εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.b
Suffering for Righteousness' Sake
8 Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ταπεινόφρονες4, 9 * μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.c
10 γὰρ θέλων ζωὴν ἀγαπᾶν
καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς
παυσάτω τὴν γλῶσσαν ἀπὸ κακοῦ
καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον,
11 ἐκκλινάτω δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν,
ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
12 * ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους
καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν,
πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.d
13 Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε; 14 * ἀλλ᾽ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε5, 15 * κύριον δὲ τὸν Χριστὸν6 ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν,e ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, 16 ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλεῖσθε7 καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.f 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.g 18 *h ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθεν8, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ὑμᾶς9 προσαγάγῃ τῷ θεῷ θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν, 20 * ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ὀλίγοι, τοῦτ᾽ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾽ ὕδατος. 21 *10 καὶ ὑμᾶς ἀντίτυπον νῦν σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 * ὅς ἐστιν ἐν δεξιᾷ [τοῦ] θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.i
4
Good Stewards of God's Grace
1 * Χριστοῦ οὖν παθόντος1 σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας 2 εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. 3 * ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις.a 4 ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν βλασφημοῦντες, 5 * οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. 6 εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.b
7 * Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς· 8 * πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν.c 9 φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ,d 10 * ἕκαστος καθὼς ἔλαβεν χάρισμα εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ. 11 * εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός, ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.e
Suffering as a Christian
12 * Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος, 13 * ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.f 14 * εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ2 πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται3. 15 μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος· 16 εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ.g 17 * ὅτι [ὁ] καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφ᾽ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
18 * καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται,
ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;h
19 * ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.i
5
Tending the Flock of God
1 Πρεσβυτέρους οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· 2 * ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ [ἐπισκοποῦντες] μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν1, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, 3 * μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου2· 4 * καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.a
5 * Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις·b πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι
[Ὁ] θεὸς ὑπερηφάνοις ἀντιτάσσεται,
ταπεινοῖς δὲ δίδωσιν χάριν.c
6 * Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ3, 7 * πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.d
8 * Νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [τινα] καταπιεῖν4· 9 * ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [τῷ] κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.e 10 * Ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς5 εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ [Ἰησοῦ]6, ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει7. 11 αὐτῷ τὸ κράτος8 εἰς τοὺς αἰῶνας9, ἀμήν.f
Final Greetings
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν στῆτε.g 13 Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι10 συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.h 14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης11.i εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ.12

*1 παρεπιδήμοις … Βιθυνίας Jas 1.1
*2 πρόγνωσιν θεοῦ Ro 8.29 ἁγιασμῷ πνεύματος 2 Th 2.13 ῥαντισμὸν αἵματος He 12.24
a2 P: RSV TEV FC NIV Lu TOB REB NRSV ‖
bP: TR WH AD NA M NRSV
*3 Εὐλογητὸς … Χριστοῦ 2 Cor 1.3
c3-9 Poetic Structure: TOB
*5 τοὺς … φρουρουμένους Jn 10.28; 17.11
d5 SP: NA // P: TEV Seg FC VP REB // S: NJB
*6 λυπηθέντες … πειρασμοῖς Jas 1.2
*7 δοκίμιον … πίστεως Job 23.10; Ps 66.10; Pr 17.3; Jas 1.3 διὰ … δοκιμαζομένου Is 48.10; Zch 13.9; Mal 3.3; 1 Cor 3.13
17 {A} δοκίμιον P74 א A B C Ψ 048 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 2344 2464 Byz [K L P] Lect syrp, h arm eth geo slav Clement Origen Ammonas // δόκιμον P72 1852 2138
e7 SP: NA // P: VP REB
*8 ὃν οὐκ … πιστεύοντες Jn 20.29; 2 Cor 5.7
28 {A} ἰδόντες P72 א B C 322 323 945 1175 1739 1852 2298 itar, s vg syrp, h copsa arm eth slav Irenaeuslat Cyril // εἰδότες A Ψ 33 81 436 1067 1241 1243 1292 1409 1505 1611 1735 2138 2344 2464 Byz [K L P] Lect copbo geo Clement; Augustine
*9 Ro 6.22
39 {C} ὑμῶν א A C Ψ 048 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect itar, q, s vg syrp, h copbo arm eth geo slav Clementlat // ἡμῶν 1505 l 751 copboms Origenlat // omit B copsa Clementgr Athanasius Didymus Cyril; Jerome Augustine
f9 NO P: TR WH AD NA // S: NJB TOB
*10 Mt 13.17; Lk 10.24
*11 προμαρτυρόμενον … παθήματα Ps 22; Is 53; Lk 24.26
g11 SP: NA
*12 οἷς … διηκόνουν En 1.2 εἰς … παρακύψαι Eph 3.10
412 {C} ἐν πνεύματι א C 81 322 323 945 1175 1241 1243 1292 1505 1611 1739 1881 2138 2298 Byz [K L P] Lect its eth geo Augustine Varimadum // πνεύματι P72 A B Ψ 33 436 1067 1409 1735 1852 2344 2464 itar, q vg Didymus Didymusdub Cyril; Hilary Niceta
h12 NO P: TR // P: WH AD NA M RSV REB NRSV
*13 ἀναζωσάμενοι τὰς ὀσφύας Lk 12.35; Eph 6.14
i13 C: TR AD M RSV TEV Seg FC NIV VP Lu NJB TOB NRSV ‖
kC: WH REB ‖
lP: TR
*14 μὴ … ἐπιθυμίαις Ro 12.2; Eph 2.3; 4.17-18
*16 Ἅγιοι … εἰμι Lv 11.44, 45; 19.2; 20.7
m16 NO P: TR WH AD NA M RSV Lu NJB
*17 εἰ πατέρα ἐπικαλεῖσθε Ps 89.26; Is 64.8; Jr 3.19; Mt 6.9; Lk 11.2; Wsd 14.3; Sir 23.4 τὸν ἀπροσωπολήμπτως κρίνοντα 2 Chr 19.7; Ac 10.34; Ro 2.11; Ga 2.6; Eph 6.9; Col 3.25 κατὰ … ἔργον Ps 28.4; 62.12; Pr 24.12; Is 59.18; Jr 17.10; Ro 2.6; 1 Cor 3.8; 2 Cor 11.15; 2 Tm 4.14; Re 2.23; 18.6; 20.13, 14; 22.12
n18-21 Traditional material: NA
*19 Ac 20.28; He 9.12; 1 Pe 1.2
*20 προεγνωσμένου … κόσμου Ac 2.23; Eph 1.4
*21 τοὺς … πιστούς Jn 14.6; Ro 5.1-2 τοὺς … νεκρῶν Ro 4.24; 10.9
o21 NO P: TR AD M // SP: WH // S: NJB
*22 ἀλλήλους ἀγαπήσατε ἐκτενῶς Jn 13.34; Ro 12.10
522 {A} ἀληθείας P72 א A B C Ψ 33 81 322 323 436 945 1067 1241 1243 1409 1739 1852 1881 2344 2464 vgmss syrp, h copsa, bo arm eth geo Didymus; Jerome // ἀληθείας διὰ πνεύματος 1175 1292 1505 1611 1735 2138 2298 Byz [K L P] Lect (l 592 πνεύματος ἁγίου; l 884 τοῦ πνεύματος) slav // πίστεως διὰ πνεύματος vgms Priscillian2/5, (3/5) Speculum Gildas // caritatis itar vg
622 {C} ἐκ καθαρᾶς καρδίας P72 א* C Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1881 2138 2298 2344 2464 Byz [K L P] Lect vgmss syrp, h copsa, bo (arm) slav // ἐκ καρδίας ἀληθινῆς א2 vgmss Priscillian Gildas // ἐκ καρδίας A B 1852 itar vg geo Varimadum
*23 ἀναγεγεννημένοι … ἀφθάρτου Jn 1.13 λόγου ζῶντος θεοῦ He 4.12 ζῶντος … μένοντος Dn 6.26
*24-25 Is 40.6-8 (Jas 1.10-11)
p25 P: Seg ‖
qNO P: TR // P: WH AD NA M RSV Seg NIV VP NJB TOB REB NRSV
*1 Eph 4.22; Jas 1.21
*2 ὡς … ἐπιποθήσατε 1 Cor 3.2; He 5.12-13
*3 ἐγεύσασθε … κύριος Ps 34.8
13 {B} εἰ P72 א* A B 1735 itt vgst copsa, bo arm geo Clement; Augustine1/2 // εἴπερ א2 C Ψ (33) 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect (l 1590 ὅπερ) itar, l vgcl, ww slav Cyril; Augustine1/2
a3 SP: NA // P: TR RSV TEV FC REB NRSV // S: Seg NIV VP NJB TOB
*4 λίθον … ἀποδεδοκιμασμένον Ps 118.22; Mt 21.42; Ac 4.11 παρὰ … ἔντιμον Is 28.16
*5 αὐτοὶ … πνευματικός Eph 2.21-22 ἱεράτευμα ἅγιον Ex 19.6; Is 61.6; 1 Pe 2.9; Re 1.6; 5.10; 20.6 ἀνενέγκαι … θεῷ Ro 12.1; He 13.15
b5 C: RSV (TEV) Seg FC VP Lu REB NRSV // different text: TR AD ‖
cC: WH M RSV Seg NIV VP Lu NRSV // different text: TR AD ‖
dSP: NA
*6 Ἰδοὺ … καταισχυνθῇ Is 28.16 (Ro 9.33) ἀκρογωνιαῖον Eph 2.20
e6 P: Seg VP
*7 λίθος … γωνίας Ps 118.22 (Mt 21.42; Ac 4.11)
*8 λίθος … σκανδάλου Is 8.14 (Ro 9.33)
f8 P: Seg TOB ‖
gNO P: TR WH AD M Seg Lu // SP: NA
*9 γένος ἐκλεκτόν Is 43.20 lxx (Dt 7.6; 10.15) βασίλειον ἱεράτευμα Ex 19.6 (23.22 lxx); Is 61.6; 1 Pe 2.5; Re 1.6; 5.10; 20.6 ἔθνος ἅγιον Ex 19.6 (23.22 lxx) λαὸς εἰς περιποίησιν Is 43.21 lxx; Ex 19.5 (23.22 lxx); Dt 4.20; 7.6; 14.2; Tt 2.14 τὰς ἀρετὰς ἐξαγγείλητε Is 43.21 (42.12) ἐκ … φῶς Is 9.2; Ac 26.18; Eph 5.8; Col 1.13
*10 Ho 2.23 (1.6, 9; 2.1)
h10 P: AD M NIV NRSV
*11 παροίκους καὶ παρεπιδήμους Ps 39.12 ἀπέχεσθαι … ἐπιθυμιῶν Ga 5.24 στρατεύονται … ψυχῆς Ga 5.17; Jas 4.1
*12 ἐκ … θεόν Mt 5.16 ἡμέρᾳ ἐπισκοπῆς Is 10.3; Lk 19.44
i12 NO P: TR // S: NIV NJB TOB
*13-14 Ro 13.1-7; Tt 3.1
*15 ἀγαθοποιοῦντας … ἀγνωσίαν 1 Pe 3.16
k15 P: VP REB
*16 μὴ … ἐλευθερίαν Ga 5.13
*17 πάντας τιμήσατε Ro 12.10 τὸν θεὸν … τιμᾶτε Pr 24.21
l17 NO P: AD // SP: WH // P: TR NA M RSV Seg NIV REB NRSV
*18 Οἱ … δεσπόταις Eph 6.5; Tt 2.9
219 {B} χάρις P72 א A B 81 1735 Byz [K L P] l 751 itw, z vg copsa, bo slav // χάρις παρὰ τῷ θεῷ C (Ψ 33 436 1067 1409 2344 omit τῷ) 322 323 945 1175 1241 1243 1292 1505 1611 1739 1852 1881 2138 2298 itar vgms syrp, h with * arm geo Speculum // χάρις θεοῦ 623 eth Cassiodorus // χάρις θεῷ 2464
319 {B} θεοῦ א Ac B 436 1067 1409 1735 2464 Byz [K L P] itar, w, z vg copsa, bo slav Speculum // ἀγαθήν C Ψ 322 323 945 1175 1241 1243 1292 1505 1611 1739 1852 1881 2138 2298 syrp, h arm geo // ἀγαθὴν θεοῦ P72 81 // θεοῦ ἀγαθήν A* 33 2344 // omit l 751 vgms
*20 εἰ ἀγαθοποιοῦντες … θεῷ 1 Pe 3.14, 17; 4.14
m20 P: NJB
*21 Χριστὸς … ὑπογραμμόν Jn 13.15 ἐπακολουθήσητε … αὐτοῦ Mt 16.24
n21-25 Traditional material: NA
421 {A} ἔπαθεν P72 A B C 33 81 322 323 436 945 1175 1241 1243 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 Byz [K L P] l 751 l 1159 (Lect ὑπὲρ ἡμῶν ἔπαθεν, see footnote 5) itar, q, t, w, z vg syrh copsa, bo eth geo Eusebius-Emesa Chrysostom; Tertullian Cyprian Jerome Augustine Quodvultdeus Varimadum // ἀπέθανεν (see 3.18) P81 א Ψ 1067 1292 2464 (l 596 l 1441 ὑπὲρ ἡμῶν ἀπέθανεν, see footnote 5) syrp arm slav Cyril; Ambrosiaster Ambrose Julian-Eclanum Fulgentius
521 {A} ὑμῶν ὑμῖν P72 א A B C Ψ 81 945 1175 1241 1292vid 1611 1735 1739 1852 2138 itar, w, z (itt ὑμῶν, ἡμῖν) vgww, st syrh copsamss arm eth geo Cyril1/3; Cyprian Ambrose Augustine2/20 Quodvultdeus3/4 // ἡμῶν, ὑμῖν 33 322 323 436 1067 1409 1881 2298 2464 Byz [K L P] l 751 l 1159 (Lect ὑπὲρ ἡμῶν ἔπαθεν/ἀπέθανεν, ὑμῖν, see footnote 4) vgcl copsams slav Cyril1/3; Tertullian Jerome Augustine1/20 Quodvultdeus1/4 // ἡμῶν, ἡμῖν 1243 1505 2344 (l 921 ὑπὲρ ἡμῶν ἔπαθεν, ἡμῖν) itq syrp copbo Cyril1/3; Augustine17/20 Varimadum
*22 Is 53.9; Jn 8.46; 2 Cor 5.21; 1 Jn 3.5
o22-25 Traditional material: TOB
*23 Is 53.7; 1 Pe 3.9
*24 ὃς … ἀνήνεγκεν Is 53.4, 12; He 9.28 ταῖς … ζήσωμεν Ro 6.2, 11 οὗ … ἰάθητε Is 53.5
*25 ἦτε … πλανώμενοι Is 53.6; Eze 34.5-6; Mt 9.36
625 {B} πλανώμενοι א A B 1175 1292 1505 1735 2464 itar, t, z vg syrp, h eth Ps-Dionysius // πλανώμενα P72 C Ψ 33 81 322 323 436 945 1067 1241 1409 1611 1739 1852 1881 2138 2298 2344 Byz [K L P] Lect geo slav Augustine
p25 SP: WH // P: AD NA M RSV REB NRSV
*1 αἱ … ἀνδράσιν Eph 5.22; Col 3.18; Tt 2.5
11 {C} αἱ P72 א2 C Ψ 33 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect copsa, boms eth // καί 1505 itar vgcl, ww syrp, h arm slav // omit P81 א* A B 81 geo
*3 ἔστω … κόσμος 1 Tm 2.9
*6 Σάρρα … καλοῦσα Gn 18.12
a3.6 NO P: TR AD M // SP: WH
*7 Οἱ … γυναικείῳ Eph 5.25; Col 3.19
27 {B} συγκληρονόμοις P72, 81 א2* συγκληρονόμους) B 33 322 323 1175 1241 1243 1739 1852 1881 2298 2344 2464 l 596 itar, t, z vg arm eth geo Augustine // συγκληρονόμοι A C Ψ 81 436 945 1067 1292 1409 1505 1611 1735 2138 Byz [K L P] Lect syrh slav Jerome
37 {A} χάριτος ζωῆς P81 vid B C* Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1409 1735 1739 1852 1881 2298 2344 Byz [L P] l 592 l 884 l 1154 l 1159 l 1364 l 1441 lAD itar, t, z vg (itl vgmss eth Speculum καὶ ζωῆς) copsa arm geo Ambrose // χάριτος ζώσης K Lect // χάριτος ζωῆς αἰωνίου P72 (syrp) // ποικίλης χάριτος ζωῆς א A (C2 Jerome omit ζωῆς) 1292 1505 1611 2138 2464 l 596 syrh copbo slav
b7 NO P: AD // SP: WH // P: TR NA M RSV REB NRSV
48 {A} ταπεινόφρονες P72 א A B C Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 l 596 itar, l, t, w, z vg syrp, h copsa, bo (arm) (eth) geo slav Clement; Pelagius Speculum // φιλόφρονες Byz [K P] Lect // φιλόφρονες ταπεινόφρονες L l 1590c
*9 μὴ … εὐλογοῦντες Mt 5.44; 1 Th 5.15; 1 Pe 2.23
c9 P: TOB
*10-12 Ps 34.12-16
d12 NO P: TR AD REB // S: NJB TOB
*14 εἰ … μακάριοι Mt 5.10; 1 Pe 2.20; 4.14
514 {A} μηδὲ ταραχθῆτε א A C Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1409 1735 1739 1881 2298 2344 2464 Byz [K P] Lect itar, t, w, z vg copsa, bo arm eth geo slav Clement // καὶ οὐ μὴ ταραχθῆτε 1292 1505 1611 1852 2138 // omit P72 B L l 1364 Jerome
*14-15 τὸν δὲ … ὑμῶν Is 8.12-13
615 {A} τὸν Χριστόν P72 א A B C Ψ 33 945 1175 1243 1611 1739 1852 1881 2138 2464 itar, t, w, z vg syrp, h copsa, bo arm (geo) Clement; (Jerome) // τὸν θεόν 81 322 323 436 1067 1241 1292 1409 1505 1735 2298 2344 Byz [K L P] Lect (l 593 τὸν θεὸν αὐτόν; l 1441 τὸν θεὸν ἡμῶν) slav Didymus
e15 P: TR
716 {A} καταλαλεῖσθε P72 B Ψ 1175 1241 1505 1611 1739 1852 1881 2138 2298 copsa Clement // καταλαλοῦσιν ὑμῶν vg arm geo Speculum // καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν (see 2.12) א A C P 33 81 945 l 680 l 1159 itar, w, z vgmss syrp, (h with *) copbo eth slav Bede // καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν (see 2.12) 322 323 436 1067 1243 1292 1409 1735 2344 2464 Byz [K L] Lect
f16 P: VP
g17 P: Seg REB // S: Lu NJB TOB
*18 Χριστὸς … ἔπαθεν Ro 6.10; Eph 2.18; He 9.28; 10.10; 1 Pe 2.21; 4.1
h18-19 Traditional material: NA
818 {B} περὶ ἁμαρτιῶν ἔπαθεν B Byz [K P] Lect (l 593 l 883 ὑπέρ for περί) (geo) Augustine1/6 // περὶ ἁμαρτιῶν ὑπὲρ ὑμῶν ἀπέθανεν (see 2.12) P72 A (Ψ περὶ ὑμῶν ὑπὲρ ἁμαρτιῶν) 1241 1292 (1505 ὑπέρ for περί) 1611 1735 arm // περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέθανεν א2* τῶν ἁμαρτιῶν) C2vid 33 322 323 436 945 1067 1175 1243 1409 1739 1852 1881 2138 2298 2344 l 596 syrh copbo Didymusdub 1/2 (Cyril1/4) // περὶ ἁμαρτιῶν ἡμῶν ἀπέθανεν C*vid itar, z vgcl (vgww, st omit ἡμῶν) syrp copsa Clementlat (Didymusdub 1/2 Cyril3/4; Cyprian omit ἡμῶν) Augustine5/6 // περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἔπαθεν L 81 2464 slavms
918 {C} ὑμᾶς P72 B Ψ 1175 1241 1243 1292 1505 1611 1852 2138 Byz [P] l 590 l 591 l 593 l 921 l 1154 l 1178 itz vgmss syrp, h arm Augustine1/2 // ἡμᾶς א2 A C K L 33 81 322 323 436 945 1067 1409 1735 1739 1881 2298 2344 2464 Lect itar, t vg syrhmg copsa, bo eth geo slav Clementlat Peter-Alexandriavid Didymusdub Cyril; Cyprian Jerome Augustine1/2 // omit א*
*20 Gn 6.1–7.24
*21 σῴζει … θεόν He 10.22
1021 {A} א2 A B C Ψ 33 81 322 323 945 1241 1243 1292 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect itar, z vg arm geo slav Origenlat 1/2 Didymusdub Cyril1/2; Cyprian Jerome Augustine2/9 Varimadum // ὡς (1175) copbo Origenlat 1/2 (Cyril1/2); Augustine7/9 Cassiodorus // omit P72 א* 436 1067 1409 copsa eth
*22 Eph 1.20-21
i22 SP: WH // P: TR AD NA M RSV NRSV
*4.1 ὁ … ἁμαρτίας Ro 6.2, 7
11 {A} παθόντος P72 B C Ψ 322 323 1243 1739 1881 itar, z vg copsa geo slavms Isidore Nestoriusvid; Ambrose Niceta Jerome2/3 Augustine3/4 Vigilius // παθόντος ὑπὲρ ἡμῶν א2 A 33 81 436 (945 παθόντος after ἡμῶν) 1067 (1175 1852 σαρκί before ὑπέρ) 1241 1292 1409 1611 1735 2138 2298 2344 2464 Byz [K L P] Lect syrh (copbo) arm eth slavms Athanasius Marcellus Didymus Didymusdub Epiphanius Cyril Acacius-Melitene Theodoret; (Jerome1/3) Augustine1/4 // παθόντος ὑπὲρ ὑμῶν 1505 l 590 (vgms) syrp // ἀποθανόντος ὑπὲρ ὑμῶν א*
*3 Eph 2.2-3; Tt 3.3
a4.3 P: Lu
*5 τῷ … νεκρούς Ac 10.42; 2 Tm 4.1
b6 NO P: M // S: FC TOB
*7 Πάντων … ἤγγικεν Ro 13.11-12; 1 Jn 2.18
*8 ἀγάπη … ἁμαρτιῶν Pr 10.12; Jas 5.20
c8 P: TOB
d9 P: Seg
*10 ἕκαστος … διακονοῦντες Ro 12.6-8
*11 ἐν … θεός 1 Cor 10.31
e11 NO P: M // P: TR AD NA RSV Seg
*12 τῇ … συμβαίνοντος 1 Pe 1.7
*13 καθὸ … χαίρετε Ac 5.41
f13 P: Seg
*14 ὀνειδίζεσθε … Χριστοῦ Ps 89.50-51; Ac 5.41; 1 Pe 2.20 τὸ τοῦ … ἀναπαύεται Is 11.2
214 {A} δόξης καὶ τὸ τοῦ θεοῦ P72 B Ψ Byzpt [K L] l 147 l 422 l 590 l 1159 l 1441 Clement Cyril1/2; Tertullian // δόξης τοῦ θεοῦ itar, t vgww, st (syrp) geo // δόξης καὶ δυνάμεως τοῦ θεοῦ ὄνομα καί 1292 1505 1611 1852 2138 syrh (arm) // δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ θεοῦ * τῆς δυνάμεως αὐτοῦ) (א2 τῆς δυνάμεως) A 33 81 322 323 436 945 1067 1175 1241 1243 1409 1735 1739 1881 2298 2344 2464 Byzpt [P] Lect itz (vgcl) vgmss copbo slav Athanasius Theodoret; (copsa Didymusdub; Cyprian omit καὶ τό)
314 {A} ἀναπαύεται א* B 322 323 436 1067 1409 1739v.r. vgcl, st arm eth geo Clement Theodoret; Tertullian // ἐπαναπαύεται A 81 1243 1292 1735 1852 2138 // ἀναπέπαυται 33 945 1175 1241 1739txt 1881 2344 2464 l 596 Didymusdub Cyril // ἐπαναπέπαυται P72 א2 // ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται (Ψ 1505 1611 ἐπαναπαύεται) 2298 Byz [K L P] l 590 (Lect ἀναπέπαυται) itar, q, t, z vgww syrh with * copsa, (boms) slav Cyprian // ἀναπέπαυται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται καὶ ὀνειδιζόμενον φέρει, κατὰ δὲ ὑμᾶς δοξάζεται l 921
g16 P: TEV Seg FC VP REB
*17 τοῦ ἄρξασθαι … θεοῦ Jr 25.29; Eze 9.6 τῶν … εὐαγγελίῳ 2 Th 1.8
*18 Pr 11.31 lxx
h18 P: NIV TOB NRSV
*19 πιστῷ … αὐτῶν Ps 31.5
i19 P: WH AD NA M
*5.2 ποιμάνατε … θεοῦ Jn 21.15-17; Ac 20.28
12 {C} ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν P72 א2 A P Ψ (33 ἀναγκαστικῶς) 81 436 945 1067 1241 1243 1409 1735 1739 1852 1881 2298 2344vid 2464 l 596 it(ar), h, q, t, z vg (syrp) copbo arm eth geo slav Jerome2/3 (Speculum) // ἐπισκοπεύοντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν 1175 1292 1505 1611 2138 syrh // ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως Byz [K L] Lect (l 590 l 884 ἐπισκοποῦντος; l 1441 ἀναγκαστικῶς) // μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως B Didymus; Varimadumvid // μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ θεόν א* 322 323 copsa Jerome1/3
*3 μηδ᾽ … κλήρων 2 Cor 1.24 τύποι … ποιμνίου Php 3.17; Tt 2.7
23 {A} μηδ᾽ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου P72 א A Ψ (33 1241 1243 1292 1611 1881 2138 γενόμενοι) 81 322 323 436 (945 μή) 1067 1175 1409 1505 (1735 κλήρου for ποιμνίου) 1739 1852 2298 2344vid 2464 Byz [K L P] Lectpt, AD (Lectpt γενόμενοι) itar, (h), t, z vg (syrp, h) copsa, bo arm (eth) geo slav (Didymus) Cyril; Jerome (Augustine) (Speculum) // omit B
*4 κομιεῖσθε … στέφανον 1 Cor 9.25
a5.4 NO P: WH AD M RSV NRSV // SP: NA // S: NJB TOB
*5 Ὁ … χάριν Pr 3.34 lxx (Mt 23.12; Jas 4.6)
b5 P: Lu ‖
cNO P: TR TEV FC NIV VP Lu NJB REB
*6 Job 22.29; Mt 23.12; Lk 14.11; 18.14; Jas 4.10
36 {A} καιρῷ P72 א B 0206 81 322 323 945 1175 1241 1243 1292 1505 1611 1739 1852 1881 2298 Byz [K L] Lect syrp copsa arm (eth) Origen Didymus // καιρῷ ἐπισκοπῆς (see 2.12) A P (Ψ ἐπισκοπῆς ὑμῶν) 33 436 1067 1409 1735 2344vid 2464 l 422 l 592 l 884 l 1298 l 1365 l 1590 itar, h, t, z vg syrh with * copbo geo slav Jerome Speculum // καιρῷ ἐν τῷ μέλλοντι αἰῶνι 2138
*7 πᾶσαν … αὐτόν Ps 55.22; Mt 6.25-30
d7 NO P: TR WH AD M RSV NJB NRSV // SP: NA
*8 Νήψατε, γρηγορήσατε 1 Th 5.6
48 {C} τινα καταπιεῖν א K L P 81 322 323 (1241 καταποιεῖν [sic]) 1243 1292 1505 1611 1739 1852 1881 2138 2464 l 590 l 592 l 895 l 1159 l 1298 l 1365 copbo (Origengr 1/6) Eusebiusms Cyril-Jerusalemdub; Cyprian (Hilary) Jerome1/9 // τίνα καταπίῃ P72 A 436 945 1067 1409 2298 Byz Lect itar, h, q, t, z vg arm eth geo slav Origengr 4/6, lat 9/10 Eusebius Asterius Athanasius Cyril-Jerusalem Didymus6/7 Chrysostom Nilus Marcus-Eremita Isidore Cyril; Lucifer Ambrosiaster Priscillian Ambrose Jerome8/9 Rufinus Niceta Augustine Quodvultdeus // τίνα καταπίει 1735 2344 l 591 l 809 l 1153 l 1364 Didymus1/7 // καταπιεῖν B Ψ 0206vid 1175 Origengr 1/6, lat 1/10
*9 ᾧ ἀντίστητε Eph 6.11-13; Jas 4.7
e9 SP: NA // P: TR AD Seg NIV TOB // S: Lu
*10 Ὁ δὲ … δόξαν 1 Th 2.12
510 {A} ὑμᾶς P72 א A B Ψ 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 2138 2298 2344 2464 Byz [K L P] Lect ith, q vgmss syrh copsa, bo arm eth geo slav // ἡμᾶς 0206 1881 l 422 l 592 l 809 l 921 l 938 l 1153 l 1364 l 1441 itar, t, z vg syrp copbomss Didymusdub
610 {C} ἐν Χριστῷ Ἰησοῦ P72 A Ψ 33 81 322 323 436 1067 1175 1241 1243 1409 1735 1739 1852 1881 2298 2344 2464 Byz [K L P] Lect itar, h, q, t, z vg syr(p), h with * copsams, bo arm (eth) geo slav Didymusdub // ἐν Χριστῷ א (B ἐν τῷ Χριστῷ) 1292 1505 1611 2138 copsams // omit 945
710 {B} καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει א 33vid 436 945 1067 1241 (1243 καταρτιεῖ) 1409 1739* 1852 1881 2344 2464 // καταρτίσει ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει 1739c 2298 Lect // καταρτίσαι ὑμᾶς στηρίξει, σθενώσει, θεμελιώσει (322 323 omit ὑμᾶς) 1735 Byz [K L P] l 590 (l 592 ὑμᾶς καί) l 593vid l 1156 slav // καταρτίσαι, στηρίξαι, σθενώσαι, θεμελιώσαι 1292 1505 1611 2138 (l 422 l 895 lAD καταρτίσαι ὑμᾶς) l 1159 // καταρτίσει, στηρίξει, θεμελιώσει P72 81 1175 itq, t vgmss arm (geo) // καταρτίσει, στηρίξει, σθενώσει A B (Ψ 0206 καταρτιεῖ) l 1298 l 1365 itar, h, z vg
811 {B} τὸ κράτος (P72 omit τό) A B Ψ itar vgww, st geo // ἡ δόξα 915 itt // ἡ δόξα κράτος K (436 1067 omit ) 1409 Lect (l 884 l 921 omit ) // ἡ δόξα καὶ τὸ κράτος (see 4.11) א 1735 Byz [L P] l 422 l 592 l 593 l 895 l 1159 lAD itz vgcl copsa slav // τὸ κράτος καὶ ἡ δόξα 33 81 322 323 945 1175 1241 1243 1292 1505 1611 1739 1852 1881 2138 2298 2344 2464 l 1298 l 1365 syrh copbo arm // virtus et potestas ith, q vgmss
911 {A} αἰῶνας P72 B l 1298 l 1365 copbo arm // αἰῶνας τῶν αἰώνων (see 4.11) א A Ψ 0206vid 33 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2138 2298 2344 2464 Byz [K L P] Lect itar, h, q, t, z vg syrp, h copsa, boms eth geo slav
f11 P: TR WH AD NA M Lu NRSV
g12 SP: NA // P: TEV Seg FC NIV NJB REB
1013 {A} Βαβυλῶνι P72 A B Ψ 81 322 323 436 945 1067 1175 1241 1243 1292 1409 1505 1611 1735 1739 1852 1881 2298 2344 2464 Byz [K L P] Lect ith, q vgst syrh copsa, bo geo slav Origenacc. to Eusebius Eusebius // Βαβυλῶνι ἐκκλησία א itar, z vgcl, ww syrp arm ethpp // Ῥώμῃ 2138
h13 P: NJB
1114 {A} ἀγάπης P72 א A B Ψ 81 322 323 945 1175 1241 1243 1292 1505 1611 1739 1852 1881 2138 2298 2344 Byz [K L P] Lect ith, q syrh copsa, bo eth slav geo Cyril-Jerusalemdub; Cassiodorus // ἁγίῳ 436 1067 1409 1735 2464 l 593 l 1298 l 1365 itar, z vg syrp (arm) // ἁγίῳ καὶ ἀγάπης l 422 (copboms)
i14 P: WH AD NA M RSV TEV Seg FC NIV VP NJB REB NRSV
1214 {A} Χριστῷ. A B Ψ 2344 itar, z vgst copsams, bomss // Χριστῷ. ἀμήν. 2464 l 895 l 1365 l 1441 vgww syrp eth // Χριστῷ Ἰησοῦ. 81 322 323 945 1175 1241 1243 1739* 1881 2298 copsamss, bomss geo // Χριστῷ Ἰησοῦ. ἀμήν א 436 1067 1292 1409 1505 1611 1735 1739c 1852 2138 Byz [K L P] Lect ith vgcl syrh copbomss arm slav